Thesauros Literature Tragedy Ἱππόλυτος

Ἱππόλυτος

Ἱππόλυτος Euripides

Stasimon 5

[Episode]
σῆς εὐσεβείας κἀγαθῆς φρενὸς χάριν.
Ἄρτεμις
ἐγὼ γὰρ αὐτῆς ἄλλον ἐξ ἐμῆς χερὸς 1420
 
ὃς ἂν μάλιστα φίλτατος κυρῇ βροτῶν
 
τόξοις ἀφύκτοις τοῖσδε τιμωρήσομαι.
 
σοὶ δ’, ὦ ταλαίπωρ’, ἀντὶ τῶνδε τῶν κακῶν
 
τιμὰς μεγίστας ἐν πόλει Τροζηνίᾳ
 
δώσω· κόραι γὰρ ἄζυγες γάμων πάρος 1425
 
κόμας κεροῦνταί σοι, δι’ αἰῶνος μακροῦ
 
πένθη μέγιστα δακρύων καρπουμένῳ.
 
ἀεὶ δὲ μουσοποιὸς ἐς σὲ παρθένων
 
ἔσται μέριμνα, κοὐκ ἀνώνυμος πεσὼν
 
ἔρως ὁ Φαίδρας ἐς σὲ σιγηθήσεται. 1430
 
σὺ δ’, ὦ γεραιοῦ τέκνον Αἰγέως, λαβὲ
 
σὸν παῖδ’ ἐν ἀγκάλαισι καὶ προσέλκυσαι·
 
ἄκων γὰρ ὤλεσάς νιν· ἀνθρώποισι δὲ
 
θεῶν διδόντων εἰκὸς ἐξαμαρτάνειν.
 
καὶ σοὶ παραινῶ πατέρα μὴ στυγεῖν σέθεν, 1435
 
Ἱππόλυτ’· ἔχεις γὰρ μοῖραν ᾗ διεφθάρης.
 
καὶ χαῖρ’· ἐμοὶ γὰρ οὐ θέμις φθιτοὺς ὁρᾶν
 
οὐδ’ ὄμμα χραίνειν θανασίμοισιν ἐκπνοαῖς·
← Önceki Stasimon 5 · 8 / 10 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme