Thesauros Literature Tragedy Ἱππόλυτος

Ἱππόλυτος

Ἱππόλυτος Euripides

Stasimon 5

[Episode]
δηχθεῖσα κέντροις παιδὸς ἠράσθη σέθεν.
Ἄρτεμις
γνώμῃ δὲ νικᾶν τὴν Κύπριν πειρωμένη
 
τροφοῦ διώλετ’ οὐχ ἑκοῦσα μηχαναῖς, 1305
 
ἣ σῷ δι’ ὅρκων παιδὶ σημαίνει νόσον.
 
ὃ δ’, ὥσπερ ὢν δίκαιος, οὐκ ἐφέσπετο
 
λόγοισιν, οὐδ’ αὖ πρὸς σέθεν κακούμενος
 
ὅρκων ἀφεῖλε πίστιν, εὐσεβὴς γεγώς.
 
ἣ δ’ εἰς ἔλεγχον μὴ πέσῃ φοβουμένη 1310
 
ψευδεῖς γραφὰς ἔγραψε καὶ διώλεσεν
 
δόλοισι σὸν παῖδ’· ἀλλ’ ὅμως ἔπεισέ σε.
Θησεύς
οἴμοι.
Ἄρτεμις
δάκνει σε, Θησεῦ, μῦθος; ἀλλ’ ἔχ’ ἥσυχος,
 
τοὐνθένδ’ ἀκούσας ὡς ἂν οἰμώξῃς πλέον.
 
ἆρ’ οἶσθα πατρὸς τρεῖς ἀρὰς ἔχων σαφεῖς; 1315
 
ὧν τὴν μίαν παρεῖλες, ὦ κάκιστε σύ,
 
ἐς παῖδα τὸν σόν, ἐξὸν εἰς ἐχθρόν τινα.
 
πατὴρ μὲν οὖν σοι πόντιος φρονῶν καλῶς
 
ἔδωχ’ ὅσονπερ χρῆν, ἐπείπερ ᾔνεσεν·
 
σὺ δ’ ἔν τ’ ἐκείνῳ κἀν ἐμοὶ φαίνῃ κακός, 1320
 
ὃς οὔτε πίστιν οὔτε μάντεων ὄπα
← Önceki Stasimon 5 · 2 / 10 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme