Thesauros Literature Tragedy Ἱππόλυτος

Ἱππόλυτος

Ἱππόλυτος Euripides

Prologos

Ἀφροδίτη
ἀλλ’ οὔτι ταύτῃ τόνδ’ ἔρωτα χρὴ πεσεῖν·
 
δείξω δὲ Θησεῖ πρᾶγμα, κἀκφανήσεται.
 
καὶ τὸν μὲν ἡμῖν πολέμιον νεανίαν
 
κτενεῖ πατὴρ ἀραῖσιν, ἃς ὁ πόντιος
 
ἄναξ Ποσειδῶν ὤπασεν Θησεῖ γέρας, 45
 
μηδὲν μάταιον ἐς τρὶς εὔξασθαι θεῷ.
 
ἣ δ’ εὐκλεὴς μέν, ἀλλ’ ὅμως ἀπόλλυται,
 
Φαίδρα· τὸ γὰρ τῆσδ’ οὐ προτιμήσω κακὸν
 
τὸ μὴ οὐ παρασχεῖν τοὺς ἐμοὺς ἐχθροὺς ἐμοὶ
 
δίκην τοσαύτην ὥστ’ ἐμοὶ καλῶς ἔχειν. 50
 
ἀλλ’, εἰσορῶ γὰρ τόνδε παῖδα Θησέως
 
στείχοντα, θήρας μόχθον ἐκλελοιπότα,
 
Ἱππόλυτον, ἔξω τῶνδε βήσομαι τόπων.
 
πολὺς δ’ ἅμ’ αὐτῷ προσπόλων ὀπισθόπους
 
κῶμος λέλακεν, Ἄρτεμιν τιμῶν θεὰν 55
 
ὕμνοισιν· οὐ γὰρ οἶδ’ ἀνεῳγμένας πύλας
 
Ἅιδου, φάος δὲ λοίσθιον βλέπων τόδε.
← Önceki Prologos · 3 / 3 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme