Thesauros Literature Tragedy Εὐμενίδες

Εὐμενίδες

Εὐμενίδες Aeschylus

Epeisodion 2

Χορός
Ἀραὶ δʼ ἐν οἴκοις γῆς ὑπαὶ κεκλήμεθα.
Ἀθηνᾶ
γένος μὲν οἶδα κληδόνας τʼ ἐπωνύμους.
Χορός
τιμάς γε μὲν δὴ τὰς ἐμὰς πεύσῃ τάχα.
Ἀθηνᾶ
μάθοιμʼ ἄν, εἰ λέγοι τις ἐμφανῆ λόγον. 420
Χορός
βροτοκτονοῦντας ἐκ δόμων ἐλαύνομεν.
Ἀθηνᾶ
καὶ τῷ κτανόντι ποῦ τὸ τέρμα τῆς φυγῆς;
Χορός
ὅπου τὸ χαίρειν μηδαμοῦ νομίζεται.
Ἀθηνᾶ
ἦ καὶ τοιαύτας τῷδʼ ἐπιρροιζεῖς φυγάς;
Χορός
φονεὺς γὰρ εἶναι μητρὸς ἠξιώσατο. 425
Ἀθηνᾶ
ἄλλαις ἀνάγκαις, ἤ τινος τρέων κότον;
Χορός
ποῦ γὰρ τοσοῦτο κέντρον ὡς μητροκτονεῖν;
Ἀθηνᾶ
δυοῖν παρόντοιν ἥμισυς λόγου πάρα.
Χορός
ἀλλʼ ὅρκον οὐ δέξαιτʼ ἄν, οὐ δοῦναι θέλοι.
Ἀθηνᾶ
κλύειν δίκαιος μᾶλλον ἢ πρᾶξαι θέλεις. 430
Χορός
πῶς δή; δίδαξον· τῶν σοφῶν γὰρ οὐ πένῃ.
Ἀθηνᾶ
ὅρκοις τὰ μὴ δίκαια μὴ νικᾶν λέγω.
Χορός
ἀλλʼ ἐξέλεγχε, κρῖνε δʼ εὐθεῖαν δίκην.
Ἀθηνᾶ
ἦ κἀπʼ ἐμοὶ τρέποιτʼ ἂν αἰτίας τέλος;
Χορός
πῶς δʼ οὔ; σέβουσαί γʼ ἀξίαν κἀπʼ ἀξίων. 435
Ἀθηνᾶ
τί πρὸς τάδʼ εἰπεῖν, ὦ ξένʼ, ἐν μέρει θέλεις;
← Önceki Epeisodion 2 · 2 / 5 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme