Thesauros Literature Tragedy Εὐμενίδες

Εὐμενίδες

Εὐμενίδες Aeschylus

Epeisodion 2

Ἀθηνᾶ
πρόσωθεν ἐξήκουσα κληδόνος βοὴν
 
ἀπὸ Σκαμάνδρου γῆν καταφθατουμένη,
 
ἣν δῆτʼ Ἀχαιῶν ἄκτορές τε καὶ πρόμοι,
 
τῶν αἰχμαλώτων χρημάτων λάχος μέγα, 400
 
ἔνειμαν αὐτόπρεμνον εἰς τὸ πᾶν ἐμοί,
 
ἐξαίρετον δώρημα Θησέως τόκοις·
 
ἔνθεν διώκουσʼ ἦλθον ἄτρυτον πόδα,
 
πτερῶν ἄτερ ῥοιβδοῦσα κόλπον αἰγίδος.
 
πώλοις ἀκμαίοις τόνδʼ ἐπιζεύξασʼ ὄχον 405
 
καινὴν δʼ ὁρῶσα τήνδʼ ὁμιλίαν χθονὸς
 
ταρβῶ μὲν οὐδέν, θαῦμα δʼ ὄμμασιν πάρα.
 
τίνες ποτʼ ἐστέ; πᾶσι δʼ ἐς κοινὸν λέγω·
 
βρέτας τε τοὐμὸν τῷδʼ ἐφημένῳ ξένῳ,
 
ὑμᾶς θʼ ὁμοίας οὐδενὶ σπαρτῶν γένει, 410
 
οὔτʼ ἐν θεαῖσι πρὸς θεῶν ὁρωμένας
 
οὔτʼ οὖν βροτείοις ἐμφερεῖς μορφώμασιν.
 
λέγειν δʼ ἄμομφον ὄντα τοὺς πέλας κακῶς
 
πρόσω δικαίων ἠδʼ ἀποστατεῖ θέμις.
Χορός
πεύσῃ τὰ πάντα συντόμως, Διὸς κόρη. 415
 
ἡμεῖς γάρ ἐσμεν Νυκτὸς αἰανῆ τέκνα.
← Önceki bölüm Epeisodion 2 · 1 / 5 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme