Thesauros Literature Tragedy Εὐμενίδες

Εὐμενίδες

Εὐμενίδες Aeschylus

Epeisodion 1

Ἀπόλλων
ἔξω, κελεύω, τῶνδε δωμάτων τάχος
 
χωρεῖτʼ, ἀπαλλάσσεσθε μαντικῶν μυχῶν, 180
 
μὴ καὶ λαβοῦσα πτηνὸν ἀργηστὴν ὄφιν,
 
χρυσηλάτου θώμιγγος ἐξορμώμενον,
 
ἀνῇς ὑπʼ ἄλγους μέλανʼ ἀπʼ ἀνθρώπων ἀφρόν,
 
ἐμοῦσα θρόμβους οὓς ἀφείλκυσας φόνου.
 
οὔτοι δόμοισι τοῖσδε χρίμπτεσθαι πρέπει· 185
 
ἀλλʼ οὗ καρανιστῆρες ὀφθαλμωρύχοι
 
δίκαι σφαγαί τε σπέρματός τʼ ἀποφθορᾷ
 
παίδων κακοῦται χλοῦνις, ἠδʼ ἀκρωνία,
 
λευσμός τε, καὶ μύζουσιν οἰκτισμὸν πολὺν
 
ὑπὸ ῥάχιν παγέντες. ἆρʼ ἀκούετε 190
 
οἵας ἑορτῆς ἔστʼ ἀπόπτυστοι θεοῖς
 
στέργηθρʼ ἔχουσαι; πᾶς δʼ ὑφηγεῖται τρόπος
 
μορφῆς. λέοντος ἄντρον αἱματορρόφου
 
οἰκεῖν τοιαύτας εἰκός, οὐ χρηστηρίοις
 
ἐν τοῖσδε πλησίοισι τρίβεσθαι μύσος. 195
 
χωρεῖτʼ ἄνευ βοτῆρος αἰπολούμεναι.
 
ποίμνης τοιαύτης δʼ οὔτις εὐφιλὴς θεῶν.
Χορός
ἄναξ Ἄπολλον, ἀντάκουσον ἐν μέρει.
 
αὐτὸς σὺ τούτων οὐ μεταίτιος πέλῃ,
 
ἀλλʼ εἷς τὸ πᾶν ἔπραξας ὢν παναίτιος. 200
Ἀπόλλων
πῶς δή; τοσοῦτο μῆκος ἔκτεινον λόγου.
Χορός
ἔχρησας ὥστε τὸν ξένον μητροκτονεῖν.
Ἀπόλλων
ἔχρησα ποινὰς τοῦ πατρὸς πρᾶξαι. τί μήν ;
Χορός
κἄπειθʼ ὑπέστης αἵματος δέκτωρ νέου.
Ἀπόλλων
καὶ προστραπέσθαι τούσδʼ ἐπέστελλον δόμους. 205
Χορός
καὶ τὰς προπομποὺς δῆτα τάσδε λοιδορεῖς;
Ἀπόλλων
οὐ γὰρ δόμοισι τοῖσδε πρόσφορον μολεῖν.
Χορός
ἀλλʼ ἔστιν ἡμῖν τοῦτο προστεταγμένον.
Ἀπόλλων
τίς ἥδε τιμή; κόμπασον γέρας καλόν.
Χορός
τοὺς μητραλοίας ἐκ δόμων ἐλαύνομεν. 210
Ἀπόλλων
τί γὰρ γυναικὸς ἥτις ἄνδρα νοσφίσῃ;
Χορός
οὐκ ἂν γένοιθʼ ὅμαιμος αὐθέντης φόνος.
Ἀπόλλων
ἦ κάρτʼ ἄτιμα καὶ παρʼ οὐδὲν εἰργάσω
 
Ἥρας τελείας καὶ Διὸς πιστώματα.
 
Κύπρις δʼ ἄτιμος τῷδʼ ἀπέρριπται λόγῳ, 215
 
ὅθεν βροτοῖσι γίγνεται τὰ φίλτατα.
 
εὐνὴ γὰρ ἀνδρὶ καὶ γυναικὶ μόρσιμος
 
ὅρκου ʼστὶ μείζων τῇ δίκῃ φρουρουμένη.
 
εἰ τοῖσιν οὖν κτείνουσιν ἀλλήλους χαλᾷς
 
τὸ μὴ τίνεσθαι μηδʼ ἐποπτεύειν κότῳ, 220
 
οὔ φημʼ Ὀρέστην σʼ ἐνδίκως ἀνδρηλατεῖν.
 
τὰ μὲν γὰρ οἶδα κάρτα σʼ ἐνθυμουμένην,
 
τὰ δʼ ἐμφανῶς πράσσουσαν ἡσυχαιτέραν.
 
δίκας δὲ Παλλὰς τῶνδʼ ἐποπτεύσει θεά.
Χορός
τὸν ἄνδρʼ ἐκεῖνον οὔ τι μὴ λίπω ποτέ. 225
Ἀπόλλων
σὺ δʼ οὖν δίωκε καὶ πόνον πλείω τίθου.
Χορός
τιμὰς σὺ μὴ σύντεμνε τὰς ἐμὰς λόγῳ.
Ἀπόλλων
οὐδʼ ἂν δεχοίμην ὥστʼ ἔχειν τιμὰς σέθεν.
Χορός
μέγας γὰρ ἔμπας πὰρ Διὸς θρόνοις λέγῃ.
 
ἐγὼ δʼ, ἄγει γὰρ αἷμα μητρῷον, δίκας 230
 
μέτειμι τόνδε φῶτα κἀκκυνηγετῶ.
Ἀπόλλων
ἐγὼ δʼ ἀρήξω τὸν ἱκέτην τε ῥύσομαι·
 
δεινὴ γὰρ ἐν βροτοῖσι κἀν θεοῖς πέλει
 
τοῦ προστροπαίου μῆνις, εἰ προδῶ σφʼ ἑκών.
Ὀρέστης
ἄνασσʼ Ἀθάνα, Λοξίου κελεύμασιν 235
 
ἥκω, δέχου δὲ πρευμενῶς ἀλάστορα,
 
οὐ προστρόπαιον οὐδʼ ἀφοίβαντον χέρα,
 
ἀλλʼ ἀμβλὺς ἤδη προστετριμμένος τε πρὸς
 
ἄλλοισιν οἴκοις καὶ πορεύμασιν βροτῶν.
 
ὅμοια χέρσον καὶ θάλασσαν ἐκπερῶν, 240
 
σῴζων ἐφετμὰς Λοξίου χρηστηρίους,
 
πρόσειμι δῶμα καὶ βρέτας τὸ σόν, θεά.
 
αὐτοῦ φυλάσσων ἀναμένω τέλος δίκης.
Χορός
εἶεν· τόδʼ ἐστὶ τἀνδρὸς ἐκφανὲς τέκμαρ.
 
ἕπου δὲ μηνυτῆρος ἀφθέγκτου φραδαῖς. 245
 
τετραυματισμένον γὰρ ὡς κύων νεβρὸν
 
πρὸς αἷμα καὶ σταλαγμὸν ἐκματεύομεν.
 
πολλοῖς δὲ μόχθοις ἀνδροκμῆσι φυσιᾷ
 
σπλάγχνον· χθονὸς γὰρ πᾶς πεποίμανται τόπος,
 
ὑπέρ τε πόντον ἀπτέροις ποτήμασιν 250
 
ἦλθον διώκουσʼ, οὐδὲν ὑστέρα νεώς.
 
καὶ νῦν ὅδʼ ἐνθάδʼ ἐστί που καταπτακών.
 
ὀσμὴ βροτείων αἱμάτων με προσγελᾷ.
 
ὅρα ὅρα μάλʼ αὖ,
 
λεύσσετε πάντα, μὴ 255
 
λάθῃ φύγδα βὰς
 
ὁ ματροφόνος ἀτίτας.
 
ὁ δʼ αὖτέ γʼ οὖν ἀλκὰν ἔχων
 
περὶ βρέτει πλεχθεὶς θεᾶς ἀμβρότου
 
ὑπόδικος θέλει γενέσθαι χρεῶν. 260
 
τὸ δʼ οὐ πάρεστιν· αἷμα μητρῷον χαμαὶ
 
δυσαγκόμιστον, παπαῖ,
 
τὸ διερὸν πέδοι χύμενον οἴχεται.
 
ἀλλʼ ἀντιδοῦναι δεῖ σʼ ἀπὸ ζῶντος ῥοφεῖν
 
ἐρυθρὸν ἐκ μελέων πέλανον· ἀπὸ δὲ σοῦ 265
 
φεροίμαν βοσκὰν πώματος δυσπότου·
 
καὶ ζῶντά σʼ ἰσχνάνασʼ ἀπάξομαι κάτω,
 
ἀντίποινʼ ὡς τίνῃς ματροφόνου δύας.
 
ὄψει δὲ κεἴ τις ἄλλος ἤλιτεν βροτῶν
 
ἢ θεὸν ἢ ξένον 270
 
τινʼ ἀσεβῶν ἢ τοκέας φίλους,
 
ἔχονθʼ ἕκαστον τῆς δίκης ἐπάξια.
 
μέγας γὰρ Ἅιδης ἐστὶν εὔθυνος βροτῶν
 
ἔνερθε χθονός,
 
δελτογράφῳ δὲ πάντʼ ἐπωπᾷ φρενί. 275
Ὀρέστης
ἐγὼ διδαχθεὶς ἐν κακοῖς ἐπίσταμαι
 
πολλοὺς καθαρμούς, καὶ λέγειν ὅπου δίκη
 
σιγᾶν θʼ ὁμοίως· ἐν δὲ τῷδε πράγματι
 
φωνεῖν ἐτάχθην πρὸς σοφοῦ διδασκάλου.
 
βρίζει γὰρ αἷμα καὶ μαραίνεται χερός, 280
 
μητροκτόνον μίασμα δʼ ἔκπλυτον πέλει·
 
ποταίνιον γὰρ ὂν πρὸς ἑστίᾳ θεοῦ
 
Φοίβου καθαρμοῖς ἠλάθη χοιροκτόνοις.
 
πολὺς δέ μοι γένοιτʼ ἂν ἐξ ἀρχῆς λόγος,
 
ὅσοις προσῆλθον ἀβλαβεῖ ξυνουσίᾳ. 285
 
χρόνος καθαιρεῖ πάντα γηράσκων ὁμοῦ.
 
καὶ νῦν ἀφʼ ἁγνοῦ στόματος εὐφήμως καλῶ
 
χώρας ἄνασσαν τῆσδʼ Ἀθηναίαν ἐμοὶ
 
μολεῖν ἀρωγόν· κτήσεται δʼ ἄνευ δορὸς
 
αὐτόν τε καὶ γῆν καὶ τὸν Ἀργεῖον λεὼν 290
 
πιστὸν δικαίως ἐς τὸ πᾶν τε σύμμαχον.
 
ἀλλʼ εἴτε χώρας ἐν τόποις Λιβυστικοῖς,
 
Τρίτωνος ἀμφὶ χεῦμα γενεθλίου πόρου,
 
τίθησιν ὀρθὸν ἢ κατηρεφῆ πόδα,
 
φίλοις ἀρήγουσʼ, εἴτε Φλεγραίαν πλάκα 295
 
θρασὺς ταγοῦχος ὡς ἀνὴρ ἐπισκοπεῖ,
 
ἔλθοι—κλύει δὲ καὶ πρόσωθεν ὢν θεός—
 
ὅπως γένοιτο τῶνδʼ ἐμοὶ λυτήριος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme