Thesauros Literature Tragedy Εὐμενίδες

Εὐμενίδες

Εὐμενίδες Aeschylus

Parodos

[Choral 1]
ἰοὺ ἰοὺ πύπαξ. ἐπάθομεν, φίλαι,—
Χορός
ἦ πολλὰ δὴ παθοῦσα καὶ μάτην ἐγώ,—
 
ἐπάθομεν πάθος δυσαχές, ὦ πόποι, 145
 
ἄφερτον κακόν·
 
ἐξ ἀρκύων πέπτωκεν οἴχεταί θʼ ὁ θήρ.—
 
ὕπνῳ κρατηθεῖσʼ ἄγραν ὤλεσα.
 
ἰὼ παῖ Διός, ἐπίκλοπος πέλῃ,—
 
νέος δὲ γραίας δαίμονας καθιππάσω,— 150
 
τὸν ἱκέταν σέβων, ἄθεον ἄνδρα καὶ
 
τοκεῦσιν πικρόν·
 
τὸν μητραλοίαν δʼ ἐξέκλεψας ὢν θεός.—
 
τί τῶνδʼ ἐρεῖ τις δικαίως ἔχειν;
[Choral 2]
ἐμοὶ δʼ ὄνειδος ἐξ ὀνειράτων μολὸν 155
Χορός
ἔτυψεν δίκαν διφρηλάτου
 
μεσολαβεῖ κέντρῳ
 
ὑπὸ φρένας, ὑπὸ λοβόν.—
 
πάρεστι μαστίκτορος δαΐου δαμίου 160
 
βαρὺ τὸ περίβαρυ κρύος ἔχειν.
 
τοιαῦτα δρῶσιν οἱ νεώτεροι θεοί,
 
κρατοῦντες τὸ πᾶν δίκας πλέον
 
φονολιβῆ θρόνον
 
περὶ πόδα, περὶ κάρα.— 165
 
πάρεστι γᾶς ὀμφαλὸν προσδρακεῖν αἱμάτων
 
βλοσυρὸν ἀρόμενον ἄγος ἔχειν.
[Choral 3]
ἐφεστίῳ δὲ μάντις ὢν μιάσματι
Χορός
μυχὸν ἐχράνατʼ αὐτόσσυτος, αὐτόκλητος, 170
 
παρὰ νόμον θεῶν βρότεα μὲν τίων,
 
παλαιγενεῖς δὲ μοίρας φθίσας.
 
κἀμοί γε λυπρός, καὶ τὸν οὐκ ἐκλύσεται,
 
ὑπό τε γᾶν φυγὼν οὔ ποτʼ ἐλευθεροῦται. 175
 
ποτιτρόπαιος ὢν δʼ ἕτερον ἐν κάρᾳ
 
μιάστορʼ ἐκ γένους πάσεται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme