Thesauros Literature Tragedy Εὐμενίδες

Εὐμενίδες

Εὐμενίδες Aeschylus

Stasimon 4

[Choral 1]
δέξομαι Παλλάδος ξυνοικίαν,
Χορός
οὐδʼ ἀτιμάσω πόλιν,
 
τὰν καὶ Ζεὺς ὁ παγκρατὴς Ἄρης τε
 
φρούριον θεῶν νέμει,
 
ῥυσίβωμον Ἑλλάνων ἄγαλμα δαιμόνων· 920
 
ᾇτʼ ἐγὼ κατεύχομαι
 
θεσπίσασα πρευμενῶς
 
ἐπισσύτους βίου τύχας ὀνησίμους
 
γαίας ἐξαμβρῦσαι 925
 
φαιδρὸν ἁλίου σέλας.
[Choral]
τάδʼ ἐγὼ προφρόνως τοῖσδε πολίταις
Ἀθηνᾶ
πράσσω, μεγάλας καὶ δυσαρέστους
 
δαίμονας αὐτοῦ κατανασσαμένη.
 
πάντα γὰρ αὗται τὰ κατʼ ἀνθρώπους 930
 
ἔλαχον διέπειν.
 
ὁ δὲ μὴ κύρσας βαρεῶν τούτων
 
οὐκ οἶδεν ὅθεν πληγαὶ βιότου.
 
τὰ γὰρ ἐκ προτέρων ἀπλακήματά νιν
 
πρὸς τάσδʼ ἀπάγει, σιγῶν δʼ ὄλεθρος 935
 
καὶ μέγα φωνοῦντʼ
← Önceki bölüm Stasimon 4 · 1 / 6 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme