Thesauros Literature Tragedy Χοηφóρoι

Χοηφóρoι

Χοηφóρoι Aeschylus

Stasimon 1

[Episode]
ἀλλʼ ὦ μεγάλαι Μοῖραι, Διόθεν
Χορός
τῇδε τελευτᾶν,
 
τὸ δίκαιον μεταβαίνει.
 
ἀντὶ μὲν ἐχθρᾶς γλώσσης ἐχθρὰ
 
γλῶσσα τελείσθω· τοὐφειλόμενον 310
 
πράσσουσα Δίκη μέγʼ ἀυτεῖ·
 
ἀντὶ δὲ πληγῆς φονίας φονίαν
 
πληγὴν τινέτω. δράσαντι παθεῖν,
 
τριγέρων μῦθος τάδε φωνεῖ.
[Choral 1]
ὦ πάτερ αἰνόπατερ, τί σοι 315
Ὀρέστης
φάμενος ἢ τί ῥέξας
 
τύχοιμʼ ἂν ἕκαθεν οὐρίσας,
 
ἔνθα σʼ ἔχουσιν εὐναί,
 
σκότῳ φάος ἀντίμοι-
 
ρον; χάριτες δʼ ὁμοίως 320
 
κέκληνται γόος εὐκλεὴς
 
προσθοδόμοις Ἀτρείδαις.
[Choral 2]
τέκνον, φρόνημα τοῦ
Χορός
θανόντος οὐ δαμάζει
 
πυρὸς ἡ μαλερὰ γνάθος, 325
 
φαίνει δʼ ὕστερον ὀργάς·
 
ὀτοτύζεται δʼ ὁ θνῄσκων,
 
ἀναφαίνεται δʼ ὁ βλάπτων.
 
πατέρων τε καὶ τεκόντων
 
γόος ἔνδικος ματεύει 330
 
τὸ πᾶν ἀμφιλαφής ταραχθείς.
[Choral 1]
κλῦθὶ νυν, ὦ πάτερ, ἐν μέρει
Ἠλέκτρα
πολυδάκρυτα πένθη.
 
δίπαις τοί σʼ ἐπιτύμβιος
 
θρῆνος ἀναστενάζει. 335
 
τάφος δʼ ἱκέτας δέδεκται
 
φυγάδας θʼ ὁμοίως.
 
τί τῶνδʼ εὖ, τί δʼ ἄτερ κακῶν;
 
οὐκ ἀτρίακτος ἄτα;
[Choral]
ἀλλʼ ἔτʼ ἂν ἐκ τῶνδε θεὸς χρῄζων 340
Χορός
θείη κελάδους εὐφθογγοτέρους·
 
ἀντὶ δὲ θρήνων ἐπιτυμβιδίων
 
παιὰν μελάθροις ἐν βασιλείοις
 
νεοκρᾶτα φίλον κομίσειεν.
[Choral 3]
εἰ γὰρ ὑπʼ Ἰλίῳ 345
Ὀρέστης
πρός τινος Λυκίων, πάτερ,
 
δορίτμητος κατηναρίσθης·
 
λιπὼν ἂν εὔκλειαν ἐν δόμοισι
 
τέκνων τʼ ἐν κελεύθοις
 
ἐπιστρεπτὸν αἰῶ 350
 
κτίσας πολύχωστον ἂν εἶχες
 
τάφον διαποντίου γᾶς
 
δώμασιν εὐφόρητον,
[Choral 2]
φίλος φίλοισι τοῖς
Χορός
ἐκεῖ καλῶς θανοῦσιν 355
 
κατὰ χθονὸς ἐμπρέπων
 
σεμνότιμος ἀνάκτωρ,
 
πρόπολός τε τῶν μεγίστων
 
χθονίων ἐκεῖ τυράννων·
 
βασιλεὺς γὰρ ἦσθʼ, ὄφρʼ ἔζης, 360
 
μόριμον λάχος πιπλάντων
 
χεροῖν πεισίβροτόν τε βάκτρον.
[Choral 3]
μηδʼ ὑπὸ Τρωίας
Ἠλέκτρα
τείχεσι φθίμενος, πάτερ,
 
μετʼ ἄλλῳ δουρικμῆτι λαῷ 365
 
παρὰ Σκαμάνδρου πόρον τεθάφθαι.
 
πάρος δʼ οἱ κτανόντες
 
νιν οὕτως δαμῆναι
 
φίλοις, θανατηφόρον αἶσαν
 
πρόσω τινὰ πυνθάνεσθαι 370
 
τῶνδε πόνων ἄπειρον.
[Choral]
ταῦτα μέν, ὦ παῖ, κρείσσονα χρυσοῦ,
Χορός
μεγάλης δὲ τύχης καὶ ὑπερβορέου
 
μείζονα φωνεῖς· δύνασαι γάρ.
 
ἀλλὰ διπλῆς γὰρ τῆσδε μαράγνης 375
 
δοῦπος ἱκνεῖται· τῶν μὲν ἀρωγοὶ
 
κατὰ γῆς ἤδη, τῶν δὲ κρατούντων
 
χέρες οὐχ ὅσιαι στυγερῶν τούτων·
 
παισὶ δὲ μᾶλλον γεγένηται.
[Choral 4]
τοῦτο διαμπερὲς οὖς 380
Ὀρέστης
ἵκεθʼ ἅπερ τι βέλος.
 
Ζεῦ Ζεῦ, κάτωθεν ἀμπέμπων
 
ὑστερόποινον ἄταν
 
βροτῶν τλάμονι καὶ πανούργῳ
 
χειρὶ—τοκεῦσι δʼ ὅμως τελεῖται. 385
[Choral 5]
ἐφυμνῆσαι γένοιτό μοι πυκά-
Χορός
εντʼ ὀλολυγμὸν ἀνδρὸς
 
θεινομένου, γυναικός τʼ
 
ὀλλυμένας· τί γὰρ κεύθω φρενὸς οἷον ἔμπας
 
ποτᾶται; πάροιθεν δὲ πρῴρας 390
 
δριμὺς ἄηται κραδίας
 
θυμὸς ἔγκοτον στύγος.
[Choral 4]
καί πότʼ ἂν ἀμφιθαλὴς
Ἠλέκτρα
Ζεὺς ἐπὶ χεῖρα βάλοι, 395
 
φεῦ φεῦ, κάρανα δαΐξας;
 
πιστὰ γένοιτο χώρᾳ.
 
δίκαν δʼ ἐξ ἀδίκων ἀπαιτῶ.
 
κλῦτε δὲ Γᾶ χθονίων τε τιμαί.
[Choral]
ἀλλὰ νόμος μὲν φονίας σταγόνας 400
Χορός
χυμένας ἐς πέδον ἄλλο προσαιτεῖν
 
αἷμα. βοᾷ γὰρ λοιγὸς Ἐρινὺν
 
παρὰ τῶν πρότερον φθιμένων ἄτην
 
ἑτέραν ἐπάγουσαν ἐπʼ ἄτῃ.
[Choral 6]
πόποι δὴ νερτέρων τυραννίδες, 405
Ὀρέστης
ἴδετε πολυκρατεῖς Ἀραὶ φθινομένων,
 
ἴδεσθʼ Ἀτρειδᾶν τὰ λοίπʼ ἀμηχάνως
 
ἔχοντα καὶ δωμάτων
 
ἄτιμα. πᾷ τις τράποιτʼ ἄν, ὦ Ζεῦ;
[Choral 5]
πέπαλται δαὖτὲ μοι φίλον κέαρ 410
Χορός
τόνδε κλύουσαν οἶκτον
 
καὶ τότε μὲν δύσελπις,
 
σπλάγχνα δέ μοι κελαινοῦ-
 
ται πρὸς ἔπος κλυούσᾳ.
 
ὅταν δʼ αὖτʼ ἐπʼ ἀλκῆς ἐπάρῃ μʼ 415
 
ἐλπὶς, ἀπέστασεν ἄχος
 
προσφανεῖσά μοι καλῶς.
[Choral 6]
τί δʼ ἂν φάντες τύχοιμεν ἢ τά περ
Ἠλέκτρα
πάθομεν ἄχεα πρός γε τῶν τεκομένων;
 
πάρεστι σαίνειν, τὰ δʼ οὔτι θέλγεται. 420
 
λύκος γὰρ ὥστʼ ὠμόφρων
 
ἄσαντος ἐκ ματρός ἐστι θυμός.
[Choral 7]
ἔκοψα κομμὸν Ἄριον ἔν τε Κισσίας
Χορός
νόμοις ἰηλεμιστρίας,
 
ἀπριγδόπληκτα πολυπλάνητα δʼ ἦν ἰδεῖν 425
 
ἐπασσυτεροτριβῆ τὰ χερὸς ὀρέγματα
 
ἄνωθεν ἀνέκαθεν, κτύπῳ δʼ ἐπερρόθει
 
κροτητὸν ἀμὸν καὶ πανάθλιον κάρα.
[Choral 8]
ἰὼ ἰὼ δαΐα
Ἠλέκτρα
πάντολμε μᾶτερ, δαΐαις ἐν ἐκφοραῖς 430
 
ἄνευ πολιτᾶν ἄνακτʼ,
 
ἄνευ δὲ πενθημάτων
 
ἔτλας ἀνοίμωκτον ἄνδρα θάψαι.
[Choral 9]
τὸ πᾶν ἀτίμως ἔλεξας, οἴμοι.
Ὀρέστης
πατρὸς δʼ ἀτίμωσιν ἆρα τείσει 435
 
ἕκατι μὲν δαιμόνων,
 
ἕκατι δʼ ἀμᾶν χερῶν;
 
ἔπειτʼ ἐγὼ νοσφίσας ὀλοίμαν.
Χορός
ἐμασχαλίσθη δέ γʼ, ὡς τόδʼ εἰδῇς·
 
ἔπρασσε δʼ, ᾇπέρ νιν ὧδε θάπτει, 440
 
μόρον κτίσαι μωμένα
 
ἄφερτον αἰῶνι σῷ.
 
κλύεις πατρῴους δύας ἀτίμους.
[Choral 7]
λέγεις πατρῷον μόρον· ἐγὼ δʼ ἀπεστάτουν 445
Ἠλέκτρα
ἄτιμος, οὐδὲν ἀξία·
 
μυχῷ δʼ ἄφερκτος πολυσινοῦς κυνὸς δίκαν
 
ἑτοιμότερα γέλωτος ἀνέφερον λίβη,
 
χέουσα πολύδακρυν γόον κεκρυμμένα.
 
τοιαῦτʼ ἀκούων ἐν φρεσὶν γράφου ˘ ¯. 450
[Choral 8]
διʼ ὤτων δὲ συν-
Χορός
τέτραινε μῦθον ἡσύχῳ φρενῶν βάσει.
 
τὰ μὲν γὰρ οὕτως ἔχει,
 
τὰ δʼ αὐτὸς ὄργα μαθεῖν.
 
πρέπει δʼ ἀκάμπτῳ μένει καθήκειν. 455
[Choral 10]
σὲ τοι λέγω, ξυγγενοῦ, πάτερ, φίλοις.
Ἠλέκτρα
ἐγὼ δʼ ἐπιφθέγγομαι κεκλαυμένα.
Χορός
στάσις δὲ πάγκοινος ἅδʼ ἐπιρροθεῖ·
 
ἄκουσον ἐς φάος μολών,
 
ξὺν δὲ γενοῦ πρὸς ἐχθρούς. 460
Ὀρέστης
Ἄρης Ἄρει ξυμβαλεῖ, Δίκᾳ Δίκα.
Ἠλέκτρα
ἰὼ θεοί, κραίνετʼ ἐνδίκως δίκας.
Χορός
τρόμος μʼ ὑφέρπει κλύουσαν εὐγμάτων.
 
τὸ μόρσιμον μένει πάλαι,
 
εὐχομένοις δʼ ἂν ἔλθοι. 465
[Choral 11]
ὦ πόνος ἐγγενὴς
Χορός
καὶ παράμουσος Ἄτας
 
αἱματόεσσα πλαγά.
 
ἰὼ δύστονʼ ἄφερτα κήδη·
 
ἰὼ δυσκατάπαυστον ἄλγος. 470
 
δώμασιν ἔμμοτον
 
τῶνδʼ ἄκος, οὐδʼ ἀπʼ ἄλλων
 
ἔκτοθεν, ἀλλʼ ἀπʼ αὐτῶν,
 
διʼ ὠμὰν ἔριν αἱματηράν.
 
θεῶν τῶν κατὰ γᾶς ὅδʼ ὕμνος. 475
[Choral]
ἀλλὰ κλύοντες, μάκαρες χθόνιοι,
Χορός
τῆσδε κατευχῆς πέμπετʼ ἀρωγὴν
 
παισὶν προφρόνως ἐπὶ νίκῃ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme