Thesauros Literature Tragedy Χοηφóρoι

Χοηφóρoι

Χοηφóρoι Aeschylus

Eksodos

Ὀρέστης
φίλον τέως, νῦν δʼ ἐχθρόν, ὡς φαίνει, κακόν,
 
τί σοι δοκεῖ; μύραινά γʼ εἴτʼ ἔχιδνʼ ἔφυ
 
σήπειν θιγοῦσʼ ἂν ἄλλον οὐ δεδηγμένον 995
 
τόλμης ἕκατι κἀκδίκου φρονήματος.
 
τί νιν προσείπω, κἂν τύχω μάλʼ εὐστομῶν;
 
ἄγρευμα θηρός, ἢ νεκροῦ ποδένδυτον
 
δροίτης κατασκήνωμα; δίκτυον μὲν οὖν,
 
ἄρκυν τʼ ἂν εἴποις καὶ ποδιστῆρας πέπλους. 1000
 
τοιοῦτον ἂν κτήσαιτο φηλήτης ἀνήρ,
 
ξένων ἀπαιόλημα κἀργυροστερῆ
 
βίον νομίζων, τῷδέ τʼ ἂν δολώματι
 
πολλοὺς ἀναιρῶν πολλὰ θερμαίνοι φρένα.
 
τοιάδʼ ἐμοὶ ξύνοικος ἐν δόμοισι μὴ 1005
 
γένοιτʼ· ὀλοίμην πρόσθεν ἐκ θεῶν ἄπαις.
← Önceki Eksodos · 2 / 2 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme