Thesauros Literature Tragedy Ἀγαμέμνων

Ἀγαμέμνων

Ἀγαμέμνων Aeschylus

Stasimon 3

[Episode]
ἄγε δή, βασιλεῦ, Τροίας πτολίπορθʼ,
Χορός
Ἀτρέως γένεθλον,
 
πῶς σε προσείπω; πῶς σε σεβίζω 785
 
μήθʼ ὑπεράρας μήθʼ ὑποκάμψας
 
καιρὸν χάριτος;
 
πολλοὶ δὲ βροτῶν τὸ δοκεῖν εἶναι
 
προτίουσι δίκην παραβάντες.
 
τῷ δυσπραγοῦντι δʼ ἐπιστενάχειν 790
 
πᾶς τις ἕτοιμος· δῆγμα δὲ λύπης
 
οὐδὲν ἐφʼ ἧπαρ προσικνεῖται·
 
καὶ ξυγχαίρουσιν ὁμοιοπρεπεῖς
 
ἀγέλαστα πρόσωπα βιαζόμενοι.
 
ὅστις δʼ ἀγαθὸς προβατογνώμων, 795
 
οὐκ ἔστι λαθεῖν ὄμματα φωτός,
 
τὰ δοκοῦντʼ εὔφρονος ἐκ διανοίας
 
ὑδαρεῖ σαίνειν φιλότητι.
 
σὺ δέ μοι τότε μὲν στέλλων στρατιὰν
 
Ἑλένης ἕνεκʼ, οὐ γάρ σʼ ἐπικεύσω, 800
 
κάρτʼ ἀπομούσως ἦσθα γεγραμμένος,
 
οὐδʼ εὖ πραπίδων οἴακα νέμων
 
θράσος ἐκ θυσιῶν
 
ἀνδράσι θνῄσκουσι κομίζων.
 
νῦν δʼ οὐκ ἀπʼ ἄκρας φρενὸς οὐδʼ ἀφίλως 805
 
 
εὔφρων πόνος εὖ τελέσασιν.
 
γνώσῃ δὲ χρόνῳ διαπευθόμενος
 
τόν τε δικαίως καὶ τὸν ἀκαίρως πόλιν οἰκουροῦντα πολιτῶν.
Ἀγαμέμνων
πρῶτον μὲν Ἄργος καὶ θεοὺς ἐγχωρίους 810
 
δίκη προσειπεῖν, τοὺς ἐμοὶ μεταιτίους
 
νόστου δικαίων θʼ ὧν ἐπραξάμην πόλιν
 
Πριάμου· δίκας γὰρ οὐκ ἀπὸ γλώσσης θεοὶ
 
κλύοντες ἀνδροθνῆτας Ἰλίου φθορὰς
 
ἐς αἱματηρὸν τεῦχος οὐ διχορρόπως 815
 
ψήφους ἔθεντο· τῷ δʼ ἐναντίῳ κύτει
 
ἐλπὶς προσῄει χειρὸς οὐ πληρουμένῳ.
 
καπνῷ δʼ ἁλοῦσα νῦν ἔτʼ εὔσημος πόλις.
 
ἄτης θύελλαι ζῶσι· συνθνῄσκουσα δὲ
 
σποδὸς προπέμπει πίονας πλούτου πνοάς. 820
 
τούτων θεοῖσι χρὴ πολύμνηστον χάριν
 
τίνειν, ἐπείπερ καὶ πάγας ὑπερκότους
 
ἐφραξάμεσθα καὶ γυναικὸς οὕνεκα
 
πόλιν διημάθυνεν Ἀργεῖον δάκος,
 
ἵππου νεοσσός, ἀσπιδηφόρος λεώς, 825
 
πήδημʼ ὀρούσας ἀμφὶ Πλειάδων δύσιν·
 
ὑπερθορὼν δὲ πύργον ὠμηστὴς λέων
 
ἄδην ἔλειξεν αἵματος τυραννικοῦ.
 
θεοῖς μὲν ἐξέτεινα φροίμιον τόδε·
 
τὰ δʼ ἐς τὸ σὸν φρόνημα, μέμνημαι κλύων, 830
 
καὶ φημὶ ταὐτὰ καὶ συνήγορόν μʼ ἔχεις.
 
παύροις γὰρ ἀνδρῶν ἐστι συγγενὲς τόδε,
 
φίλον τὸν εὐτυχοῦντʼ ἄνευ φθόνου σέβειν.
 
δύσφρων γὰρ ἰὸς καρδίαν προσήμενος
 
ἄχθος διπλοίζει τῷ πεπαμένῳ νόσον, 835
 
τοῖς τʼ αὐτὸς αὑτοῦ πήμασιν βαρύνεται
 
καὶ τὸν θυραῖον ὄλβον εἰσορῶν στένει.
 
εἰδὼς λέγοιμʼ ἄν, εὖ γὰρ ἐξεπίσταμαι
 
ὁμιλίας κάτοπτρον, εἴδωλον σκιᾶς
 
δοκοῦντας εἶναι κάρτα πρευμενεῖς ἐμοί. 840
 
μόνος δʼ Ὀδυσσεύς, ὅσπερ οὐχ ἑκὼν ἔπλει,
 
ζευχθεὶς ἕτοιμος ἦν ἐμοὶ σειραφόρος·
 
εἴτʼ οὖν θανόντος εἴτε καὶ ζῶντος πέρι λέγω.
 
τὰ δʼ ἄλλα πρὸς πόλιν τε καὶ θεοὺς
 
κοινοὺς ἀγῶνας θέντες ἐν πανηγύρει 845
 
βουλευσόμεσθα. καὶ τὸ μὲν καλῶς ἔχον
 
ὅπως χρονίζον εὖ μενεῖ βουλευτέον·
 
ὅτῳ δὲ καὶ δεῖ φαρμάκων παιωνίων,
 
ἤτοι κέαντες ἢ τεμόντες εὐφρόνως
 
πειρασόμεσθα πῆμʼ ἀποστρέψαι νόσου. 850
 
νῦν δʼ ἐς μέλαθρα καὶ δόμους ἐφεστίους
 
ἐλθὼν θεοῖσι πρῶτα δεξιώσομαι,
 
οἵπερ πρόσω πέμψαντες ἤγαγον πάλιν.
 
νίκη δʼ ἐπείπερ ἕσπετʼ, ἐμπέδως μένοι.
Κλυταιμήστρα
ἄνδρες πολῖται, πρέσβος Ἀργείων τόδε, 855
 
οὐκ αἰσχυνοῦμαι τοὺς φιλάνορας τρόπους
 
λέξαι πρὸς ὑμᾶς· ἐν χρόνῳ δʼ ἀποφθίνει
 
τὸ τάρβος ἀνθρώποισιν. οὐκ ἄλλων πάρα
 
μαθοῦσʼ, ἐμαυτῆς δύσφορον λέξω βίον
 
τοσόνδʼ ὅσον περ οὗτος ἦν ὑπʼ Ἰλίῳ. 860
 
τὸ μὲν γυναῖκα πρῶτον ἄρσενος δίχα
 
ἧσθαι δόμοις ἔρημον ἔκπαγλον κακόν,
 
πολλὰς κλύουσαν κληδόνας παλιγκότους·
 
καὶ τὸν μὲν ἥκειν, τὸν δʼ ἐπεσφέρειν κακοῦ
 
κάκιον ἄλλο πῆμα, λάσκοντας δόμοις. 865
 
καὶ τραυμάτων μὲν εἰ τόσων ἐτύγχανεν
 
ἀνὴρ ὅδʼ, ὡς πρὸς οἶκον ὠχετεύετο
 
φάτις, τέτρηται δικτύου πλέον λέγειν.
 
εἰ δʼ ἦν τεθνηκώς, ὡς ἐπλήθυον λόγοι,
 
τρισώματός τἂν Γηρυὼν ὁ δεύτερος 870
 
πολλὴν ἄνωθεν, τὴν κάτω γὰρ οὐ λέγω,
 
χθονὸς τρίμοιρον χλαῖναν ἐξηύχει λαβεῖν,
 
ἅπαξ ἑκάστῳ κατθανὼν μορφώματι.
 
τοιῶνδʼ ἕκατι κληδόνων παλιγκότων
 
πολλὰς ἄνωθεν ἀρτάνας ἐμῆς δέρης 875
 
ἔλυσαν ἄλλοι πρὸς βίαν λελημμένης.
 
ἐκ τῶνδέ τοι παῖς ἐνθάδʼ οὐ παραστατεῖ,
 
ἐμῶν τε καὶ σῶν κύριος πιστωμάτων,
 
ὡς χρῆν, Ὀρέστης· μηδὲ θαυμάσῃς τόδε.
 
τρέφει γὰρ αὐτὸν εὐμενὴς δορύξενος 880
 
Στρόφιος ὁ Φωκεύς, ἀμφίλεκτα πήματα
 
ἐμοὶ προφωνῶν, τόν θʼ ὑπʼ Ἰλίῳ σέθεν
 
κίνδυνον, εἴ τε δημόθρους ἀναρχία
 
βουλὴν καταρρίψειεν, ὥστε σύγγονον
 
βροτοῖσι τὸν πεσόντα λακτίσαι πλέον. 885
 
τοιάδε μέντοι σκῆψις οὐ δόλον φέρει.
 
ἔμοιγε μὲν δὴ κλαυμάτων ἐπίσσυτοι
 
πηγαὶ κατεσβήκασιν, οὐδʼ ἔνι σταγών.
 
ἐν ὀψικοίτοις δʼ ὄμμασιν βλάβας ἔχω
 
τὰς ἀμφί σοι κλαίουσα λαμπτηρουχίας 890
 
ἀτημελήτους αἰέν. ἐν δʼ ὀνείρασιν
 
λεπταῖς ὑπαὶ κώνωπος ἐξηγειρόμην
 
ῥιπαῖσι θωύσσοντος, ἀμφί σοι πάθη
 
ὁρῶσα πλείω τοῦ ξυνεύδοντος χρόνου.
 
νῦν ταῦτα πάντα τλᾶσʼ ἀπενθήτῳ φρενὶ 895
 
λέγοιμʼ ἂν ἄνδρα τόνδε τῶν σταθμῶν κύνα,
 
σωτῆρα ναὸς πρότονον, ὑψηλῆς στέγης
 
στῦλον ποδήρη, μονογενὲς τέκνον πατρί,
 
καὶ γῆν φανεῖσαν ναυτίλοις παρʼ ἐλπίδα,
 
κάλλιστον ἦμαρ εἰσιδεῖν ἐκ χείματος, 900
 
ὁδοιπόρῳ διψῶντι πηγαῖον ῥέος·
 
τερπνὸν δὲ τἀναγκαῖον ἐκφυγεῖν ἅπαν.
 
τοιοῖσδέ τοί νιν ἀξιῶ προσφθέγμασιν.
 
φθόνος δʼ ἀπέστω· πολλὰ γὰρ τὰ πρὶν κακὰ
 
ἠνειχόμεσθα. νῦν δέ μοι, φίλον κάρα, 905
 
ἔκβαινʼ ἀπήνης τῆσδε, μὴ χαμαὶ τιθεὶς
 
τὸν σὸν πόδʼ, ὦναξ, Ἰλίου πορθήτορα.
 
δμῳαί, τί μέλλεθʼ, αἷς ἐπέσταλται τέλος
 
πέδον κελεύθου στρωννύναι πετάσμασιν;
 
εὐθὺς γενέσθω πορφυρόστρωτος πόρος 910
 
ἐς δῶμʼ ἄελπτον ὡς ἂν ἡγῆται δίκη.
 
τὰ δʼ ἄλλα φροντὶς οὐχ ὕπνῳ νικωμένη
 
θήσει δικαίως σὺν θεοῖς εἱμαρμένα.
Ἀγαμέμνων
Λήδας γένεθλον, δωμάτων ἐμῶν φύλαξ,
 
ἀπουσίᾳ μὲν εἶπας εἰκότως ἐμῇ· 915
 
μακρὰν γὰρ ἐξέτεινας· ἀλλʼ ἐναισίμως
 
αἰνεῖν, παρʼ ἄλλων χρὴ τόδʼ ἔρχεσθαι γέρας·
 
καὶ τἄλλα μὴ γυναικὸς ἐν τρόποις ἐμὲ
 
ἅβρυνε, μηδὲ βαρβάρου φωτὸς δίκην
 
χαμαιπετὲς βόαμα προσχάνῃς ἐμοί, 920
 
μηδʼ εἵμασι στρώσασʼ ἐπίφθονον πόρον
 
τίθει· θεούς τοι τοῖσδε τιμαλφεῖν χρεών·
 
ἐν ποικίλοις δὲ θνητὸν ὄντα κάλλεσιν
 
βαίνειν ἐμοὶ μὲν οὐδαμῶς ἄνευ φόβου.
 
λέγω κατʼ ἄνδρα, μὴ θεόν, σέβειν ἐμέ. 925
 
χωρὶς ποδοψήστρων τε καὶ τῶν ποικίλων
 
κληδὼν ἀυτεῖ· καὶ τὸ μὴ κακῶς φρονεῖν
 
θεοῦ μέγιστον δῶρον. ὀλβίσαι δὲ χρὴ
 
βίον τελευτήσαντʼ ἐν εὐεστοῖ φίλῃ.
 
εἰ πάντα δʼ ὣς πράσσοιμʼ ἄν, εὐθαρσὴς ἐγώ. 930
Κλυταιμήστρα
καὶ μὴν τόδʼ εἰπὲ μὴ παρὰ γνώμην ἐμοί.
Ἀγαμέμνων
γνώμην μὲν ἴσθι μὴ διαφθεροῦντʼ ἐμέ.
Κλυταιμήστρα
ηὔξω θεοῖς δείσας ἂν ὧδʼ ἔρδειν τάδε.
Ἀγαμέμνων
εἴπερ τις, εἰδώς γʼ εὖ τόδʼ ἐξεῖπον τέλος.
Κλυταιμήστρα
τί δʼ ἂν δοκεῖ σοι Πρίαμος, εἰ τάδʼ ἤνυσεν; 935
Ἀγαμέμνων
ἐν ποικίλοις ἂν κάρτα μοι βῆναι δοκεῖ.
Κλυταιμήστρα
μή νυν τὸν ἀνθρώπειον αἰδεσθῇς ψόγον.
Ἀγαμέμνων
φήμη γε μέντοι δημόθρους μέγα σθένει.
Κλυταιμήστρα
ὁ δʼ ἀφθόνητός γʼ οὐκ ἐπίζηλος πέλει.
Ἀγαμέμνων
οὔτοι γυναικός ἐστιν ἱμείρειν μάχης. 940
Κλυταιμήστρα
τοῖς δʼ ὀλβίοις γε καὶ τὸ νικᾶσθαι πρέπει.
Ἀγαμέμνων
ἦ καὶ σὺ νίκην τήνδε δήριος τίεις;
Κλυταιμήστρα
πιθοῦ· κράτος μέντοι πάρες γʼ ἑκὼν ἐμοί.
Ἀγαμέμνων
ἀλλʼ εἰ δοκεῖ σοι ταῦθʼ, ὑπαί τις ἀρβύλας
 
λύοι τάχος, πρόδουλον ἔμβασιν ποδός. 945
 
καὶ τοῖσδέ μʼ ἐμβαίνονθʼ ἁλουργέσιν θεῶν
 
μή τις πρόσωθεν ὄμματος βάλοι φθόνος.
 
πολλὴ γὰρ αἰδὼς δωματοφθορεῖν ποσὶν
 
φθείροντα πλοῦτον ἀργυρωνήτους θʼ ὑφάς.
 
τούτων μὲν οὕτω· τὴν ξένην δὲ πρευμενῶς 950
 
τήνδʼ ἐσκόμιζε· τὸν κρατοῦντα μαλθακῶς
 
θεὸς πρόσωθεν εὐμενῶς προσδέρκεται.
 
ἑκὼν γὰρ οὐδεὶς δουλίῳ χρῆται ζυγῷ.
 
αὕτη δὲ πολλῶν χρημάτων ἐξαίρετον
 
ἄνθος, στρατοῦ δώρημʼ, ἐμοὶ ξυνέσπετο. 955
 
ἐπεὶ δʼ ἀκούειν σοῦ κατέστραμμαι τάδε,
 
εἶμʼ ἐς δόμων μέλαθρα πορφύρας πατῶν.
Κλυταιμήστρα
ἔστιν θάλασσα, τίς δέ νιν κατασβέσει;
 
τρέφουσα πολλῆς πορφύρας ἰσάργυρον
 
κηκῖδα παγκαίνιστον, εἱμάτων βαφάς. 960
 
οἶκος δʼ ὑπάρχει τῶνδε σὺν θεοῖς ἅλις
 
ἔχειν· πένεσθαι δʼ οὐκ ἐπίσταται δόμος.
 
πολλῶν πατησμὸν δʼ εἱμάτων ἂν ηὐξάμην,
 
δόμοισι προυνεχθέντος ἐν χρηστηρίοις,
 
ψυχῆς κόμιστρα τῆσδε μηχανωμένῃ. 965
 
ῥίζης γὰρ οὔσης φυλλὰς ἵκετʼ ἐς δόμους,
 
σκιὰν ὑπερτείνασα σειρίου κυνός.
 
καὶ σοῦ μολόντος δωματῖτιν ἑστίαν,
 
θάλπος μὲν ἐν χειμῶνι σημαίνεις μολόν·
 
ὅταν δὲ τεύχῃ Ζεὺς ἀπʼ ὄμφακος πικρᾶς 970
 
οἶνον, τότʼ ἤδη ψῦχος ἐν δόμοις πέλει,
 
ἀνδρὸς τελείου δῶμʼ ἐπιστρωφωμένου.
 
Ζεῦ, Ζεῦ τέλειε, τὰς ἐμὰς εὐχὰς τέλει·
 
μέλοι δέ τοι σοὶ τῶν περ ἂν μέλλῃς τελεῖν.
[Choral 1]
τίπτε μοι τόδʼ ἐμπέδως 975
Χορός
δεῖμα προστατήριον
 
καρδίας τερασκόπου ποτᾶται,
 
μαντιπολεῖ δʼ ἀκέλευστος ἄμισθος ἀοιδά,
 
οὐδʼ ἀποπτύσαι δίκαν 980
 
δυσκρίτων ὀνειράτων
 
θάρσος εὐπειθὲς ἵ-
 
ζει φρενὸς φίλον θρόνον;
 
χρόνος δʼ ἐπὶ πρυμνησίων ξυνεμβολαῖς
 
ψαμμίʼ ἀκτᾶς παρή- 985
 
μησεν, εὖθʼ ὑπʼ Ἴλιον
 
ὦρτο ναυβάτας στρατός.
 
πεύθομαι δʼ ἀπʼ ὀμμάτων
 
νόστον, αὐτόμαρτυς ὤν·
 
τὸν δʼ ἄνευ λύρας ὅμως ὑμνῳδεῖ 990
 
θρῆνον Ἐρινύος αὐτοδίδακτος ἔσωθεν
 
θυμός, οὐ τὸ πᾶν ἔχων
 
ἐλπίδος φίλον θράσος.
 
σπλάγχνα δʼ οὔτοι ματᾴ- 995
 
ζει πρὸς ἐνδίκοις φρεσὶν
 
τελεσφόροις δίναις κυκώμενον κέαρ.
 
εὔχομαι δʼ ἐξ ἐμᾶς
 
ἐλπίδος ψύθη πεσεῖν
 
ἐς τὸ μὴ τελεσφόρον. 1000
[Choral 2]
μάλα γέ τοι τὸ μεγάλας ὑγιείας
Χορός
ἀκόρεστον τέρμα· νόσος γάρ
 
γείτων ὁμότοιχος ἐρείδει.
 
καὶ πότμος εὐθυπορῶν 1005
 
 
ἀνδρὸς ἔπαισεν ἄφαντον ἕρμα.
 
καὶ πρὸ μέν τι χρημάτων
 
κτησίων ὄκνος βαλὼν
 
σφενδόνας ἀπʼ εὐμέτρου, 1010
 
οὐκ ἔδυ πρόπας δόμος
 
πημονᾶς γέμων ἄγαν,
 
οὐδʼ ἐπόντισε σκάφος.
 
πολλά τοι δόσις ἐκ Διὸς ἀμφιλα-
 
φής τε καὶ ἐξ ἀλόκων ἐπετειᾶν 1015
 
νῆστιν ὤλεσεν νόσον.
 
τὸ δʼ ἐπὶ γᾶν πεσὸν ἅπαξ θανάσιμον
 
πρόπαρ ἀνδρὸς μέλαν αἷμα τίς ἂν 1020
 
πάλιν ἀγκαλέσαιτʼ ἐπαείδων;
 
οὐδὲ τὸν ὀρθοδαῆ
 
τῶν φθιμένων ἀνάγειν
 
Ζεὺς ἀπέπαυσεν ἐπʼ εὐλαβείᾳ;
 
εἰ δὲ μὴ τεταγμένα 1025
 
μοῖρα μοῖραν ἐκ θεῶν
 
εἶργε μὴ πλέον φέρειν,
 
προφθάσασα καρδία
 
γλῶσσαν ἂν τάδʼ ἐξέχει.
 
νῦν δʼ ὑπὸ σκότῳ βρέμει 1030
 
θυμαλγής τε καὶ οὐδὲν ἐπελπομέν-
 
α ποτὲ καίριον ἐκτολυπεύσειν
 
ζωπυρουμένας φρενός.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme