Thesauros Literature Tragedy Ἀγαμέμνων

Ἀγαμέμνων

Ἀγαμέμνων Aeschylus

Stasimon 2

[Choral 1]
τίς ποτʼ ὠνόμαζεν ὧδʼ
Χορός
ἐς τὸ πᾶν ἐτητύμως—
 
μή τις ὅντινʼ οὐχ ὁρῶμεν προνοί-
 
αισι τοῦ πεπρωμένου
 
γλῶσσαν ἐν τύχᾳ νέμων;— 685
 
τὰν δορίγαμβρον ἀμφινει-
 
κῆ θʼ Ἑλέναν; ἐπεὶ πρεπόντως
 
ἑλένας, ἕλανδρος, ἑλέ-
 
πτολις, ἐκ τῶν ἁβροτίμων 690
 
προκαλυμμάτων ἔπλευσε
 
ζεφύρου γίγαντος αὔρᾳ,
 
πολύανδροί τε φεράσπιδες κυναγοὶ
 
κατʼ ἴχνος πλατᾶν ἄφαντον 695
 
κελσάντων Σιμόεντος ἀ-
 
κτὰς ἐπʼ ἀεξιφύλλους
 
διʼ ἔριν αἱματόεσσαν.
 
Ἰλίῳ δὲ κῆδος ὀρθ-
 
ώνυμον τελεσσίφρων 700
 
μῆνις ἤλασεν, τραπέζας ἀτί-
 
μωσιν ὑστέρῳ χρόνῳ
 
καὶ ξυνεστίου Διὸς
 
πρασσομένα τὸ νυμφότι-
 
μον μέλος ἐκφάτως τίοντας,
 
ὑμέναιον, ὃς τότʼ ἐπέρ-
 
ρεπεν γαμβροῖσιν ἀείδειν·
 
μεταμανθάνουσα δʼ ὕμνον
 
Πριάμου πόλις γεραιὰ 710
 
πολύθρηνον μέγα που στένει κικλήσκου-
 
σα Πάριν τὸν αἰνόλεκτρον,
 
παμπορθῆ πολύθρηνον
 
αἰῶνα διαὶ πολιτᾶν
 
μέλεον αἷμʼ ἀνατλᾶσα. 715
[Choral 2]
ἔθρεψεν δὲ λέοντος ἶ-
Χορός
νιν δόμοις ἀγάλακτον οὕ-
 
τως ἀνὴρ φιλόμαστον,
 
ἐν βιότου προτελείοις 720
 
ἅμερον, εὐφιλόπαιδα
 
καὶ γεραροῖς ἐπίχαρτον.
 
πολέα δʼ ἔσχʼ ἐν ἀγκάλαις
 
νεοτρόφου τέκνου δίκαν,
 
φαιδρωπὸς ποτὶ χεῖρα σαί- 725
 
νων τε γαστρὸς ἀνάγκαις.
 
χρονισθεὶς δʼ ἀπέδειξεν ἦ-
 
θος τὸ πρὸς τοκέων· χάριν
 
γὰρ τροφεῦσιν ἀμείβων
 
μηλοφόνοισιν ἐν ἄταις 730
 
δαῖτʼ ἀκέλευστος ἔτευξεν·
 
αἵματι δʼ οἶκος ἐφύρθη,
 
ἄμαχον ἄλγος οἰκέταις
 
μέγα σίνος πολυκτόνον.
 
ἐκ θεοῦ δʼ ἱερεύς τις ἄ- 735
 
τας δόμοις προσεθρέφθη.
[Choral 3]
πάραυτα δʼ ἐλθεῖν ἐς Ἰλίου πόλιν
Χορός
λέγοιμʼ ἂν φρόνημα μὲν
 
νηνέμου γαλάνας,
 
ἀκασκαῖον δʼ ἄγαλμα πλούτου, 740
 
μαλθακὸν ὀμμάτων βέλος,
 
δηξίθυμον ἔρωτος ἄνθος.
 
παρακλίνασʼ ἐπέκρανεν
 
δὲ γάμου πικρὰς τελευτάς, 745
 
δύσεδρος καὶ δυσόμιλος
 
συμένα Πριαμίδαισιν,
 
πομπᾷ Διὸς ξενίου,
 
νυμφόκλαυτος Ἐρινύς.
 
παλαίφατος δʼ ἐν βροτοῖς γέρων λόγος 750
 
τέτυκται, μέγαν τελε-
 
σθέντα φωτὸς ὄλβον
 
τεκνοῦσθαι μηδʼ ἄπαιδα θνῄσκειν,
 
ἐκ δʼ ἀγαθᾶς τύχας γένει 755
 
βλαστάνειν ἀκόρεστον οἰζύν.
 
δίχα δʼ ἄλλων μονόφρων εἰ-
 
μί· τὸ δυσσεβὲς γὰρ ἔργον
 
μετὰ μὲν πλείονα τίκτει,
 
σφετέρᾳ δʼ εἰκότα γέννᾳ. 760
 
οἴκων δʼ ἄρʼ εὐθυδίκων
 
καλλίπαις πότμος αἰεί.
[Choral 4]
φιλεῖ δὲ τίκτειν Ὕβρις
Χορός
μὲν παλαιὰ νεά-
 
ζουσαν ἐν κακοῖς βροτῶν 765
 
ὕβριν τότʼ ἢ τόθʼ, ὅτε τὸ κύρ-
 
ιον μόλῃ φάος τόκου,
 
δαίμονά τε τὰν ἄμαχον ἀπόλεμ-
 
ον, ἀνίερον Θράσος, μελαί-
 
νας μελάθροισιν Ἄτας, 770
 
εἰδομένας τοκεῦσιν.
 
Δίκα δὲ λάμπει μὲν ἐν
 
δυσκάπνοις δώμασιν,
 
τὸν δʼ ἐναίσιμον τίει βίον. 775
 
τὰ χρυσόπαστα δʼ ἔδεθλα σὺν
 
πίνῳ χερῶν παλιντρόποις
 
ὄμμασι λιποῦσʼ, ὅσια προσέμολ-
 
ε, δύναμιν οὐ σέβουσα πλού-
 
του παράσημον αἴνῳ· 780
 
πᾶν δʼ ἐπὶ τέρμα νωμᾷ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme