Thesauros Literature Tragedy Ἀγαμέμνων

Ἀγαμέμνων

Ἀγαμέμνων Aeschylus

Epeisodion 2

Χορός
τάχʼ εἰσόμεσθα λαμπάδων φαεσφόρων
 
φρυκτωριῶν τε καὶ πυρὸς παραλλαγάς, 490
 
εἴτʼ οὖν ἀληθεῖς εἶτʼ ὀνειράτων δίκην
 
τερπνὸν τόδʼ ἐλθὸν φῶς ἐφήλωσεν φρένας.
 
κήρυκʼ ἀπʼ ἀκτῆς τόνδʼ ὁρῶ κατάσκιον
 
κλάδοις ἐλαίας· μαρτυρεῖ δέ μοι κάσις
 
πηλοῦ ξύνουρος διψία κόνις τάδε, 495
 
ὡς οὔτʼ ἄναυδος οὔτε σοι δαίων φλόγα
 
ὕλης ὀρείας σημανεῖ καπνῷ πυρός,
 
ἀλλʼ ἢ τὸ χαίρειν μᾶλλον ἐκβάξει λέγων—
 
τὸν ἀντίον δὲ τοῖσδʼ ἀποστέργω λόγον·
 
εὖ γὰρ πρὸς εὖ φανεῖσι προσθήκη πέλοι.— 500
 
ὅστις τάδʼ ἄλλως τῇδʼ ἐπεύχεται πόλει,
 
αὐτὸς φρενῶν καρποῖτο τὴν ἁμαρτίαν.
Κῆρυξ
ἰὼ πατρῷον οὖδας Ἀργείας χθονός,
 
δεκάτου σε φέγγει τῷδʼ ἀφικόμην ἔτους,
 
πολλῶν ῥαγεισῶν ἐλπίδων μιᾶς τυχών. 505
 
οὐ γάρ ποτʼ ηὔχουν τῇδʼ ἐν Ἀργείᾳ χθονὶ
 
θανὼν μεθέξειν φιλτάτου τάφου μέρος.
 
νῦν χαῖρε μὲν χθών, χαῖρε δʼ ἡλίου φάος,
 
ὕπατός τε χώρας Ζεύς, ὁ Πύθιός τʼ ἄναξ,
 
τόξοις ἰάπτων μηκέτʼ εἰς ἡμᾶς βέλη· 510
 
ἅλις παρὰ Σκάμανδρον ἦσθʼ ἀνάρσιος·
 
νῦν δʼ αὖτε σωτὴρ ἴσθι καὶ παιώνιος,
 
ἄναξ Ἄπολλον. τούς τʼ ἀγωνίους θεοὺς
 
πάντας προσαυδῶ, τόν τʼ ἐμὸν τιμάορον
 
Ἑρμῆν, φίλον κήρυκα, κηρύκων σέβας, 515
 
ἥρως τε τοὺς πέμψαντας, εὐμενεῖς πάλιν
 
στρατὸν δέχεσθαι τὸν λελειμμένον δορός.
 
ἰὼ μέλαθρα βασιλέων, φίλαι στέγαι,
 
σεμνοί τε θᾶκοι, δαίμονές τʼ ἀντήλιοι,
 
εἴ που πάλαι, φαιδροῖσι τοισίδʼ ὄμμασι 520
 
δέξασθε κόσμῳ βασιλέα πολλῷ χρόνῳ.
 
ἥκει γὰρ ὑμῖν φῶς ἐν εὐφρόνῃ φέρων
 
καὶ τοῖσδʼ ἅπασι κοινὸν Ἀγαμέμνων ἄναξ.
 
ἀλλʼ εὖ νιν ἀσπάσασθε, καὶ γὰρ οὖν πρέπει
 
Τροίαν κατασκάψαντα τοῦ δικηφόρου 525
 
Διὸς μακέλλῃ, τῇ κατείργασται πέδον.
 
βωμοὶ δʼ ἄιστοι καὶ θεῶν ἱδρύματα,
 
καὶ σπέρμα πάσης ἐξαπόλλυται χθονός.
 
τοιόνδε Τροίᾳ περιβαλὼν ζευκτήριον
 
ἄναξ Ἀτρείδης πρέσβυς εὐδαίμων ἀνὴρ 530
 
ἥκει, τίεσθαι δʼ ἀξιώτατος βροτῶν
 
τῶν νῦν· Πάρις γὰρ οὔτε συντελὴς πόλις
 
ἐξεύχεται τὸ δρᾶμα τοῦ πάθους πλέον.
 
ὀφλὼν γὰρ ἁρπαγῆς τε καὶ κλοπῆς δίκην
 
τοῦ ῥυσίου θʼ ἥμαρτε καὶ πανώλεθρον 535
 
αὐτόχθονον πατρῷον ἔθρισεν δόμον.
 
διπλᾶ δʼ ἔτεισαν Πριαμίδαι θἀμάρτια.
Χορός
κῆρυξ Ἀχαιῶν χαῖρε τῶν ἀπὸ στρατοῦ.
Κῆρυξ
χαίρω γε· τεθνάναι δʼ οὐκέτʼ ἀντερῶ θεοῖς.
Χορός
ἔρως πατρῴας τῆσδε γῆς σʼ ἐγύμνασεν; 540
Κῆρυξ
ὥστʼ ἐνδακρύειν γʼ ὄμμασιν χαρᾶς ὕπο.
Χορός
τερπνῆς ἄρʼ ἦτε τῆσδʼ ἐπήβολοι νόσου.
Κῆρυξ
πῶς δή; διδαχθεὶς τοῦδε δεσπόσω λόγου.
Χορός
τῶν ἀντερώντων ἱμέρῳ πεπληγμένοι.
Κῆρυξ
ποθεῖν ποθοῦντα τήνδε γῆν στρατὸν λέγεις; 545
Χορός
ὡς πόλλʼ ἀμαυρᾶς ἐκ φρενός μʼ ἀναστένειν
Κῆρυξ
πόθεν τὸ δύσφρον τοῦτʼ ἐπῆν θυμῷ στύγος;
Χορός
πάλαι τὸ σιγᾶν φάρμακον βλάβης ἔχω.
Κῆρυξ
καὶ πῶς; ἀπόντων κοιράνων ἔτρεις τινάς;
Χορός
ὡς νῦν, τὸ σὸν δή, καὶ θανεῖν πολλὴ χάρις. 550
Κῆρυξ
εὖ γὰρ πέπρακται. ταῦτα δʼ ἐν πολλῷ χρόνῳ
 
τὰ μέν τις ἂν λέξειεν εὐπετῶς ἔχειν,
 
τὰ δʼ αὖτε κἀπίμομφα. τίς δὲ πλὴν θεῶν
 
ἅπαντʼ ἀπήμων τὸν διʼ αἰῶνος χρόνον;
 
μόχθους γὰρ εἰ λέγοιμι καὶ δυσαυλίας, 555
 
σπαρνὰς παρήξεις καὶ κακοστρώτους, τί δʼ οὐ
 
στένοντες, οὐ λαχόντες ἤματος μέρος;
 
τὰ δʼ αὖτε χέρσῳ καὶ προσῆν πλέον στύγος·
 
εὐναὶ γὰρ ἦσαν δηΐων πρὸς τείχεσιν·
 
ἐξ οὐρανοῦ δὲ κἀπὸ γῆς λειμώνιαι 560
 
δρόσοι κατεψάκαζον, ἔμπεδον σίνος
 
ἐσθημάτων, τιθέντες ἔνθηρον τρίχα.
 
χειμῶνα δʼ εἰ λέγοι τις οἰωνοκτόνον,
 
οἷον παρεῖχʼ ἄφερτον Ἰδαία χιών,
 
ἢ θάλπος, εὖτε πόντος ἐν μεσημβριναῖς 565
 
κοίταις ἀκύμων νηνέμοις εὕδοι πεσών
 
τί ταῦτα πενθεῖν δεῖ; παροίχεται πόνος·
 
παροίχεται δέ, τοῖσι μὲν τεθνηκόσιν
 
τὸ μήποτʼ αὖθις μηδʼ ἀναστῆναι μέλειν.
 
τί τοὺς ἀναλωθέντας ἐν ψήφῳ λέγειν, 570
 
τὸν ζῶντα δʼ ἀλγεῖν χρὴ τύχης παλιγκότου;
 
καὶ πολλὰ χαίρειν ξυμφορὰς καταξιῶ.
 
ἡμῖν δὲ τοῖς λοιποῖσιν Ἀργείων στρατοῦ
 
νικᾷ τὸ κέρδος, πῆμα δʼ οὐκ ἀντιρρέπει·
 
ὡς κομπάσαι τῷδʼ εἰκὸς ἡλίου φάει 575
 
ὑπὲρ θαλάσσης καὶ χθονὸς ποτωμένοις·
 
Τροίαν ἑλόντες δή ποτʼ Ἀργείων στόλος
 
θεοῖς λάφυρα ταῦτα τοῖς καθʼ Ἑλλάδα
 
δόμοις ἐπασσάλευσαν ἀρχαῖον γάνος.
 
τοιαῦτα χρὴ κλύοντας εὐλογεῖν πόλιν 580
 
καὶ τοὺς στρατηγούς· καὶ χάρις τιμήσεται
 
Διὸς τόδʼ ἐκπράξασα.πάντʼ ἔχεις λόγον.
Χορός
νικώμενος λόγοισιν οὐκ ἀναίνομαι·
 
ἀεὶ γὰρ ἥβη τοῖς γέρουσιν εὖ μαθεῖν.
 
δόμοις δὲ ταῦτα καὶ Κλυταιμήστρᾳ μέλειν 585
 
εἰκὸς μάλιστα, σὺν δὲ πλουτίζειν ἐμέ.
Κλυταιμήστρα
ἀνωλόλυξα μὲν πάλαι χαρᾶς ὕπο,
 
ὅτʼ ἦλθʼ ὁ πρῶτος νύχιος ἄγγελος πυρός,
 
φράζων ἅλωσιν Ἰλίου τʼ ἀνάστασιν.
 
καί τίς μʼ ἐνίπτων εἶπε, φρυκτωρῶν δία 590
 
πεισθεῖσα Τροίαν νῦν πεπορθῆσθαι δοκεῖς;
 
ἦ κάρτα πρὸς γυναικὸς αἴρεσθαι κέαρ.
 
λόγοις τοιούτοις πλαγκτὸς οὖσʼ ἐφαινόμην.
 
ὅμως δʼ ἔθυον, καὶ γυναικείῳ νόμῳ
 
ὀλολυγμὸν ἄλλος ἄλλοθεν κατὰ πτόλιν 595
 
ἔλασκον εὐφημοῦντες ἐν θεῶν ἕδραις
 
θυηφάγον κοιμῶντες εὐώδη φλόγα.
 
καὶ νῦν τὰ μάσσω μὲν τί δεῖ σέ μοι λέγειν;
 
ἄνακτος αὐτοῦ πάντα πεύσομαι λόγον.
 
ὅπως δʼ ἄριστα τὸν ἐμὸν αἰδοῖον πόσιν 600
 
σπεύσω πάλιν μολόντα δέξασθαι·—τί γὰρ
 
γυναικὶ τούτου φέγγος ἥδιον δρακεῖν,
 
ἀπὸ στρατείας ἀνδρὶ σώσαντος θεοῦ
 
πύλας ἀνοῖξαι;—ταῦτʼ ἀπάγγειλον πόσει·
 
ἥκειν ὅπως τάχιστʼ ἐράσμιον πόλει· 605
 
γυναῖκα πιστὴν δʼ ἐν δόμοις εὕροι μολὼν
 
οἵαν περ οὖν ἔλειπε, δωμάτων κύνα
 
ἐσθλὴν ἐκείνῳ, πολεμίαν τοῖς δύσφροσιν,
 
καὶ τἄλλʼ ὁμοίαν πάντα, σημαντήριον
 
οὐδὲν διαφθείρασαν ἐν μήκει χρόνου. 610
 
οὐδʼ οἶδα τέρψιν οὐδʼ ἐπίψογον φάτιν
 
ἄλλου πρὸς ἀνδρὸς μᾶλλον ἢ χαλκοῦ βαφάς.
Κῆρυξ
τοιόσδʼ ὁ κόμπος τῆς ἀληθείας γέμων
 
οὐκ αἰσχρὸς ὡς γυναικὶ γενναίᾳ λακεῖν.
Χορός
αὕτη μὲν οὕτως εἶπε μανθάνοντί σοι 615
 
τοροῖσιν ἑρμηνεῦσιν εὐπρεπῶς λόγον.
 
σὺ δʼ εἰπέ, κῆρυξ, Μενέλεων δὲ πεύθομαι.
 
εἰ νόστιμός τε καὶ σεσωσμένος πάλιν
 
ἥκει σὺν ὑμῖν, τῆσδε γῆς φίλον κράτος.
Κῆρυξ
οὐκ ἔσθʼ ὅπως λέξαιμι τὰ ψευδῆ καλὰ 620
 
ἐς τὸν πολὺν φίλοισι καρποῦσθαι χρόνον.
Χορός
πῶς δῆτʼ ἂν εἰπὼν κεδνὰ τἀληθῆ τύχοις;
 
σχισθέντα δʼ οὐκ εὔκρυπτα γίγνεται τάδε.
Κῆρυξ
ἁνὴρ ἄφαντος ἐξ Ἀχαιικοῦ στρατοῦ,
 
αὐτός τε καὶ τὸ πλοῖον. οὐ ψευδῆ λέγω. 625
Χορός
πότερον ἀναχθεὶς ἐμφανῶς ἐξ Ἰλίου,
 
ἢ χεῖμα, κοινὸν ἄχθος, ἥρπασε στρατοῦ;
Κῆρυξ
ἔκυρσας ὥστε τοξότης ἄκρος σκοποῦ·
 
μακρὸν δὲ πῆμα συντόμως ἐφημίσω.
Χορός
πότερα γὰρ αὐτοῦ ζῶντος ἢ τεθνηκότος 630
 
φάτις πρὸς ἄλλων ναυτίλων ἐκλῄζετο;
Κῆρυξ
οὐκ οἶδεν οὐδεὶς ὥστʼ ἀπαγγεῖλαι τορῶς,
 
πλὴν τοῦ τρέφοντος Ἡλίου χθονὸς φύσιν.
Χορός
πῶς γὰρ λέγεις χειμῶνα ναυτικῷ στρατῷ
 
ἐλθεῖν τελευτῆσαί τε δαιμόνων κότῳ; 635
Κῆρυξ
εὔφημον ἦμαρ οὐ πρέπει κακαγγέλῳ
 
γλώσσῃ μιαίνειν· χωρὶς ἡ τιμὴ θεῶν.
 
ὅταν δʼ ἀπευκτὰ πήματʼ ἄγγελος πόλει
 
στυγνῷ προσώπῳ πτωσίμου στρατοῦ φέρῃ,
 
πόλει μὲν ἕλκος ἓν τὸ δήμιον τυχεῖν, 640
 
πολλοὺς δὲ πολλῶν ἐξαγισθέντας δόμων
 
ἄνδρας διπλῇ μάστιγι, τὴν Ἄρης φιλεῖ,
 
δίλογχον ἄτην, φοινίαν ξυνωρίδα·
 
τοιῶνδε μέντοι πημάτων σεσαγμένον
 
πρέπει λέγειν παιᾶνα τόνδʼ Ἐρινύων. 645
 
σωτηρίων δὲ πραγμάτων εὐάγγελον
 
ἥκοντα πρὸς χαίρουσαν εὐεστοῖ πόλιν,
 
πῶς κεδνὰ τοῖς κακοῖσι συμμείξω, λέγων
 
χειμῶνʼ Ἀχαιοῖς οὐκ ἀμήνιτον θεῶν;
 
ξυνώμοσαν γάρ, ὄντες ἔχθιστοι τὸ πρίν, 650
 
πῦρ καὶ θάλασσα, καὶ τὰ πίστʼ ἐδειξάτην
 
φθείροντε τὸν δύστηνον Ἀργείων στρατόν.
 
ἐν νυκτὶ δυσκύμαντα δʼ ὠρώρει κακά.
 
ναῦς γὰρ πρὸς ἀλλήλαισι Θρῄκιαι πνοαὶ
 
ἤρεικον· αἱ δὲ κεροτυπούμεναι βίᾳ 655
 
χειμῶνι τυφῶ σὺν ζάλῃ τʼ ὀμβροκτύπῳ
 
ᾤχοντʼ ἄφαντοι ποιμένος κακοῦ στρόβῳ.
 
ἐπεὶ δʼ ἀνῆλθε λαμπρὸν ἡλίου φάος,
 
ὁρῶμεν ἀνθοῦν πέλαγος Αἰγαῖον νεκροῖς
 
ἀνδρῶν Ἀχαιῶν ναυτικοῖς τʼ ἐρειπίοις. 660
 
ἡμᾶς γε μὲν δὴ ναῦν τʼ ἀκήρατον σκάφος
 
ἤτοι τις ἐξέκλεψεν ἢ ʼξῃτήσατο
 
θεός τις, οὐκ ἄνθρωπος, οἴακος θιγών.
 
τύχη δὲ σωτὴρ ναῦν θέλουσʼ ἐφέζετο,
 
ὡς μήτʼ ἐν ὅρμῳ κύματος ζάλην ἔχειν 665
 
μήτʼ ἐξοκεῖλαι πρὸς κραταίλεων χθόνα.
 
ἔπειτα δʼ Ἅιδην πόντιον πεφευγότες,
 
λευκὸν κατʼ ἦμαρ, οὐ πεποιθότες τύχῃ,
 
ἐβουκολοῦμεν φροντίσιν νέον πάθος,
 
στρατοῦ καμόντος καὶ κακῶς σποδουμένου. 670
 
καὶ νῦν ἐκείνων εἴ τίς ἐστιν ἐμπνέων,
 
λέγουσιν ἡμᾶς ὡς ὀλωλότας, τί μή;
 
ἡμεῖς τʼ ἐκείνους ταὔτʼ ἔχειν δοξάζομεν.
 
γένοιτο δʼ ὡς ἄριστα. Μενέλεων γὰρ οὖν
 
πρῶτόν τε καὶ μάλιστα προσδόκα μολεῖν. 675
 
εἰ γοῦν τις ἀκτὶς ἡλίου νιν ἱστορεῖ
 
καὶ ζῶντα καὶ βλέποντα, μηχαναῖς Διός,
 
οὔπω θέλοντος ἐξαναλῶσαι γένος,
 
ἐλπίς τις αὐτὸν πρὸς δόμους ἥξειν πάλιν.
 
τοσαῦτʼ ἀκούσας ἴσθι τἀληθῆ κλύων. 680

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme