Thesauros Literature Tragedy Ἀγαμέμνων

Ἀγαμέμνων

Ἀγαμέμνων Aeschylus

Parodos

[Episode]
δέκατον μὲν ἔτος τόδʼ ἐπεὶ Πριάμου 40
Χορός
μέγας ἀντίδικος,
 
Μενέλαος ἄναξ ἠδʼ Ἀγαμέμνων,
 
διθρόνου Διόθεν καὶ δισκήπτρου
 
τιμῆς ὀχυρὸν ζεῦγος Ἀτρειδᾶν
 
στόλον Ἀργείων χιλιοναύτην, 45
 
τῆσδʼ ἀπὸ χώρας
 
ἦραν, στρατιῶτιν ἀρωγὰν,
 
μέγαν ἐκ θυμοῦ κλάζοντες Ἄρη
 
τρόπον αἰγυπιῶν, οἵτʼ ἐκπατίοις
 
ἄλγεσι παίδων ὕπατοι λεχέων 50
 
στροφοδινοῦνται
 
πτερύγων ἐρετμοῖσιν ἐρεσσόμενοι,
 
δεμνιοτήρη
 
πόνον ὀρταλίχων ὀλέσαντες·
 
ὕπατος δʼ ἀίων ἤ τις Ἀπόλλων 55
 
ἢ Πὰν ἢ Ζεὺς οἰωνόθροον
 
γόον ὀξυβόαν τῶνδε μετοίκων
 
ὑστερόποινον
 
πέμπει παραβᾶσιν Ἐρινύν.
 
οὕτω δʼ Ἀτρέως παῖδας ὁ κρείσσων 60
 
ἐπʼ Ἀλεξάνδρῳ πέμπει ξένιος
 
Ζεὺς πολυάνορος ἀμφὶ γυναικὸς
 
πολλὰ παλαίσματα καὶ γυιοβαρῆ
 
γόνατος κονίαισιν ἐρειδομένου
 
διακναιομένης τʼ ἐν προτελείοις 65
 
κάμακος θήσων Δαναοῖσι
 
Τρωσί θʼ ὁμοίως. ἔστι δʼ ὅπη νῦν
 
ἔστι· τελεῖται δʼ ἐς τὸ πεπρωμένον·
 
οὔθʼ ὑποκαίων οὔθʼ ὑπολείβων
 
οὔτε δακρύων ἀπύρων ἱερῶν 70
 
ὀργὰς ἀτενεῖς παραθέλξει.
 
ἡμεῖς δʼ ἀτίται σαρκὶ παλαιᾷ
 
τῆς τότʼ ἀρωγῆς ὑπολειφθέντες
 
μίμνομεν ἰσχὺν
 
ἰσόπαιδα νέμοντες ἐπὶ σκήπτροις. 75
 
ὅ τε γὰρ νεαρὸς μυελὸς στέρνων
 
ἐντὸς ἀνᾴσσων
 
ἰσόπρεσβυς, Ἄρης δʼ οὐκ ἔνι χώρᾳ,
 
τό θʼ ὑπέργηρων φυλλάδος ἤδη
 
κατακαρφομένης τρίποδας μὲν ὁδοὺς 80
 
στείχει, παιδὸς δʼ οὐδὲν ἀρείων
 
ὄναρ ἡμερόφαντον ἀλαίνει.
 
σὺ δέ, Τυνδάρεω
 
θύγατερ, βασίλεια Κλυταιμήστρα,
 
τί χρέος; τί νέον; τί δʼ ἐπαισθομένη, 85
 
τίνος ἀγγελίας
 
πειθοῖ περίπεμπτα θυοσκεῖς;
 
πάντων δὲ θεῶν τῶν ἀστυνόμων,
 
ὑπάτων, χθονίων,
 
τῶν τʼ οὐρανίων τῶν τʼ ἀγοραίων, 90
 
βωμοὶ δώροισι φλέγονται·
 
ἄλλη δʼ ἄλλοθεν οὐρανομήκης
 
λαμπὰς ἀνίσχει,
 
φαρμασσομένη χρίματος ἁγνοῦ
 
μαλακαῖς ἀδόλοισι παρηγορίαις, 95
 
πελάνῳ μυχόθεν βασιλείῳ.
 
τούτων λέξασʼ ὅ τι καὶ δυνατὸν
 
καὶ θέμις αἰνεῖν,
 
παιών τε γενοῦ τῆσδε μερίμνης,
 
ἣ νῦν τοτὲ μὲν κακόφρων τελέθει, 100
 
τοτὲ δʼ ἐκ θυσιῶν ἀγανὴ φαίνουσʼ
 
ἐλπὶς ἀμύνει φροντίδʼ ἄπληστον
 
τῆς θυμοβόρου φρένα λύπης.
[Choral 1]
κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν
Χορός
ἐκτελέων· ἔτι γὰρ θεόθεν καταπνεύει 105
 
πειθὼ μολπᾶν
 
ἀλκὰν σύμφυτος αἰών·
 
ὅπως Ἀχαι-
 
ῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας
 
ξύμφρονα ταγάν, 110
 
πέμπει σὺν δορὶ καὶ χερὶ πράκτορι
 
θούριος ὄρνις Τευκρίδʼ ἐπʼ αἶαν,
 
οἰωνῶν βασιλεὺς βασιλεῦσι νε-
 
ῶν ὁ κελαινός, ὅ τʼ ἐξόπιν ἀργᾶς, 115
 
φανέντες ἴ-
 
κταρ μελάθρων χερὸς ἐκ δοριπάλτου
 
παμπρέπτοις ἐν ἕδραισιν,
 
βοσκόμενοι λαγίναν, ἐρικύμονα φέρματι γένναν,
 
βλαβέντα λοισθίων δρόμων. 120
 
αἴλινον αἴλινον εἰπέ, τὸ δʼ εὖ νικάτω.
 
κεδνὸς δὲ στρατόμαντις ἰδὼν δύο λήμασι δισσοὺς
 
Ἀτρεΐδας μαχίμους ἐδάη λαγοδαίτας
 
πομπούς τʼ ἀρχάς·
 
οὕτω δʼ εἶπε τερᾴζων· 125
 
χρόνῳ μὲν ἀγρεῖ
 
Πριάμου πόλιν ἅδε κέλευθος,
 
πάντα δὲ πύργων
 
κτήνη πρόσθε τὰ δημιοπληθῆ
 
Μοῖρʼ ἀλαπάξει πρὸς τὸ βίαιον· 130
 
οἶον μή τις ἄγα θεόθεν κνεφά-
 
σῃ προτυπὲν στόμιον μέγα Τροίας
 
στρατωθέν.οἴκτῳ γὰρ ἐπί-
 
φθονος Ἄρτεμις ἁγνὰ 135
 
πτανοῖσιν κυσὶ πατρὸς
 
αὐτότοκον πρὸ λόχου μογερὰν πτάκα θυομένοισιν
 
στυγεῖ δὲ δεῖπνον αἰετῶν.
 
αἴλινον αἴλινον εἰπέ, τὸ δʼ εὖ νικάτω.
[Choral]
τόσον περ εὔφρων, καλά, 140
Χορός
δρόσοισι λεπτοῖς μαλερῶν λεόντων
 
πάντων τʼ ἀγρονόμων φιλομάστοις
 
θηρῶν ὀβρικάλοισι τερπνά,
 
τούτων αἴνει ξύμβολα κρᾶναι,
 
δεξιὰ μέν, κατάμομφα δὲ φάσματα στρουθῶν. 145
 
ἰήιον δὲ καλέω Παιᾶνα,
 
μή τινας ἀντιπνόους Δανα-
 
οῖς χρονίας ἐχενῇδας ἀ-
 
πλοίας τεύξῃ, 150
 
σπευδομένα θυσίαν ἑτέραν ἄνομόν τινʼ, ἄδαιτον
 
νεικέων τέκτονα σύμφυτον,
 
οὐ δεισήνορα. μίμνει γὰρ φοβερὰ παλίνορτος
 
οἰκονόμος δολία μνάμων μῆνις τεκνόποινος. 155
 
τοιάδε Κάλχας ξὺν μεγάλοις ἀγαθοῖς ἀπέκλαγξεν
 
μόρσιμʼ ἀπʼ ὀρνίθων ὁδίων οἴκοις βασιλείοις·
 
τοῖς δʼ ὁμόφωνον
 
αἴλινον αἴλινον εἰπέ, τὸ δʼ εὖ νικάτω.
[Choral 2]
Ζεύς, ὅστις ποτʼ ἐστίν, εἰ τόδʼ αὐ- 160
Χορός
τῷ φίλον κεκλημένῳ,
 
τοῦτό νιν προσεννέπω.
 
οὐκ ἔχω προσεικάσαι
 
πάντʼ ἐπισταθμώμενος
 
πλὴν Διός, εἰ τὸ μάταν ἀπὸ φροντίδος ἄχθος 165
 
χρὴ βαλεῖν ἐτητύμως.
 
οὐδʼ ὅστις πάροιθεν ἦν μέγας,
 
παμμάχῳ θράσει βρύων,
 
οὐδὲ λέξεται πρὶν ὤν· 170
 
ὃς δʼ ἔπειτʼ ἔφυ, τρια-
 
κτῆρος οἴχεται τυχών.
 
Ζῆνα δέ τις προφρόνως ἐπινίκια κλάζων
 
τεύξεται φρενῶν τὸ πᾶν· 175
[Choral 3]
τὸν φρονεῖν βροτοὺς ὁδώ-
Χορός
σαντα, τὸν πάθει μάθος
 
θέντα κυρίως ἔχειν.
 
στάζει δʼ ἔν θʼ ὕπνῳ πρὸ καρδίας
 
μνησιπήμων πόνος· καὶ παρʼ ἄ- 180
 
κοντας ἦλθε σωφρονεῖν.
 
δαιμόνων δέ που χάρις βίαιος
 
σέλμα σεμνὸν ἡμένων.
 
καὶ τόθʼ ἡγεμὼν ὁ πρέ-
 
σβυς νεῶν Ἀχαιικῶν, 185
 
μάντιν οὔτινα ψέγων,
 
ἐμπαίοις τύχαισι συμπνέων,
 
εὖτʼ ἀπλοίᾳ κεναγγεῖ βαρύ-
 
νοντʼ Ἀχαιικὸς λεώς,
 
Χαλκίδος πέραν ἔχων παλιρρόχ- 190
 
θοις ἐν Αὐλίδος τόποις·
[Choral 4]
πνοαὶ δʼ ἀπὸ Στρυμόνος μολοῦσαι
Χορός
κακόσχολοι νήστιδες δύσορμοι,
 
βροτῶν ἄλαι, ναῶν τε καὶ
 
πεισμάτων ἀφειδεῖς, 195
 
παλιμμήκη χρόνον τιθεῖσαι
 
τρίβῳ κατέξαινον ἄν-
 
θος Ἀργείων· ἐπεὶ δὲ καὶ πικροῦ
 
χείματος ἄλλο μῆχαρ
 
βριθύτερον πρόμοισιν 200
 
μάντις ἔκλαγξεν προφέρων
 
Ἄρτεμιν, ὥστε χθόνα βάκ-
 
τροις ἐπικρούσαντας Ἀτρεί-
 
δας δάκρυ μὴ κατασχεῖν·
 
ἄναξ δʼ ὁ πρέσβυς τότʼ εἶπε φωνῶν· 205
 
βαρεῖα μὲν κὴρ τὸ μὴ πιθέσθαι,
 
βαρεῖα δʼ, εἰ τέκνον δαΐ-
 
ξω, δόμων ἄγαλμα,
 
μιαίνων παρθενοσφάγοισιν
 
ῥείθροις πατρῴους χέρας 210
 
πέλας βωμοῦ· τί τῶνδʼ ἄνευ κακῶν,
 
πῶς λιπόναυς γένωμαι
 
ξυμμαχίας ἁμαρτών;
 
παυσανέμου γὰρ θυσίας
 
παρθενίου θʼ αἵματος ὀρ- 215
 
γᾷ περιόργως ἐπιθυ-
 
μεῖν θέμις. εὖ γὰρ εἴη.
[Choral 5]
ἐπεὶ δʼ ἀνάγκας ἔδυ λέπαδνον
Χορός
φρενὸς πνέων δυσσεβῆ τροπαίαν
 
ἄναγνον ἀνίερον, τόθεν 220
 
τὸ παντότολμον φρονεῖν μετέγνω.
 
βροτοὺς θρασύνει γὰρ αἰσχρόμητις
 
τάλαινα παρακοπὰ πρωτοπήμων. ἔτλα δʼ οὖν
 
θυτὴρ γενέσθαι θυγατρός, 225
 
γυναικοποίνων πολέμων ἀρωγὰν
 
καὶ προτέλεια ναῶν.
 
λιτὰς δὲ καὶ κληδόνας πατρῴους
 
παρʼ οὐδὲν αἰῶ τε παρθένειον
 
ἔθεντο φιλόμαχοι βραβῆς. 230
 
φράσεν δʼ ἀόζοις πατὴρ μετʼ εὐχὰν
 
δίκαν χιμαίρας ὕπερθε βωμοῦ
 
πέπλοισι περιπετῆ παντὶ θυμῷ προνωπῆ
 
λαβεῖν ἀέρδην, στόματός 235
 
τε καλλιπρῴρου φυλακᾷ κατασχεῖν
 
φθόγγον ἀραῖον οἴκοις,
[Choral 6]
βίᾳ χαλινῶν τʼ ἀναύδῳ μένει.
Χορός
κρόκου βαφὰς δʼ ἐς πέδον χέουσα
 
ἔβαλλʼ ἕκαστον θυτήρ- 240
 
ων ἀπʼ ὄμματος βέλει
 
φιλοίκτῳ, πρέπουσά θʼ ὡς ἐν γραφαῖς, προσεννέπειν
 
θέλουσʼ, ἐπεὶ πολλάκις
 
πατρὸς κατʼ ἀνδρῶνας εὐτραπέζους
 
ἔμελψεν, ἁγνᾷ δʼ ἀταύρωτος αὐδᾷ πατρὸς 245
 
φίλου τριτόσπονδον εὔ-
 
ποτμον παιῶνα φίλως ἐτίμα—
 
τὰ δʼ ἔνθεν οὔτʼ εἶδον οὔτʼ ἐννέπω·
 
τέχναι δὲ Κάλχαντος οὐκ ἄκραντοι.
 
Δίκα δὲ τοῖς μὲν παθοῦσ- 250
 
ιν μαθεῖν ἐπιρρέπει·
 
τὸ μέλλον δʼ, ἐπεὶ γένοιτʼ, ἂν κλύοις· πρὸ χαιρέτω·
 
ἴσον δὲ τῷ προστένειν.
 
τορὸν γὰρ ἥξει σύνορθρον αὐγαῖς.
 
πέλοιτο δʼ οὖν τἀπὶ τούτοισιν εὖ πρᾶξις, ὡς 255
 
θέλει τόδʼ ἄγχιστον Ἀ-
 
πίας γαίας μονόφρουρον ἕρκος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme