Thesauros Literature Tragedy Ἀγαμέμνων

Ἀγαμέμνων

Ἀγαμέμνων Aeschylus

Stasimon 6

[Choral 1]
φεῦ, τίς ἂν ἐν τάχει, μὴ περιώδυνος,
Χορός
μηδὲ δεμνιοτήρης,
 
μόλοι τὸν αἰεὶ φέρουσʼ ἐν ἡμῖν 1450
 
Μοῖρʼ ἀτέλευτον ὕπνον, δαμέντος
 
φύλακος εὐμενεστάτου καὶ
 
πολλὰ τλάντος γυναικὸς διαί·
 
πρὸς γυναικὸς δʼ ἀπέφθισεν βίον.
 
ἰὼ ἰὼ παράνους Ἑλένα 1455
 
μία τὰς πολλάς, τάς πάνυ πολλὰς
 
ψυχὰς ὀλέσασʼ ὑπὸ Τροίᾳ.
 
νῦν δὲ τελέαν πολύμναστον ἐπηνθίσω
 
διʼ αἷμʼ ἄνιπτον. ἦ τις ἦν τότʼ ἐν δόμοις 1460
 
ἔρις ἐρίδματος ἀνδρὸς οἰζύς.
[Choral]
μηδὲν θανάτου μοῖραν ἐπεύχου
Κλυταιμήστρα
τοῖσδε βαρυνθείς·
 
μηδʼ εἰς Ἑλένην κότον ἐκτρέψῃς,
 
ὡς ἀνδρολέτειρʼ, ὡς μία πολλῶν 1465
 
ἀνδρῶν ψυχὰς Δαναῶν ὀλέσασʼ
 
ἀξύστατον ἄλγος ἔπραξεν.
[Choral 1]
δαῖμον, ὃς ἐμπίτνεις δώμασι καὶ διφυί-
Χορός
οισι Τανταλίδαισιν,
 
κράτος τʼ ἰσόψυχον ἐκ γυναικῶν 1470
 
καρδιόδηκτον ἐμοὶ κρατύνεις.
 
ἐπὶ δὲ σώματος δίκαν μοι
 
κόρακος ἐχθροῦ σταθεῖσʼ ἐκνόμως
 
ὕμνον ὑμνεῖν ἐπεύχεται ˘¯
[Choral]
νῦν δʼ ὤρθωσας στόματος γνώμην, 1475
Κλυταιμήστρα
τὸν τριπάχυντον
 
δαίμονα γέννης τῆσδε κικλήσκων.
 
ἐκ τοῦ γὰρ ἔρως αἱματολοιχὸς
 
νείρᾳ τρέφεται, πρὶν καταλῆξαι
 
τὸ παλαιὸν ἄχος, νέος ἰχώρ. 1480
[Choral 2]
ἦ μέγαν οἰκονόμον
Χορός
δαίμονα καὶ βαρύμηνιν αἰνεῖς,
 
φεῦ φεῦ, κακὸν αἶνον ἀτη-
 
ρᾶς τύχας ἀκορέστου·
 
ἰὴ ἰή, διαὶ Διὸς 1485
 
παναιτίου πανεργέτα·
 
τί γὰρ βροτοῖς ἄνευ Διὸς τελεῖται;
 
τί τῶνδʼ οὐ θεόκραντόν ἐστιν;
 
ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ,
 
πῶς σε δακρύσω; 1490
 
φρενὸς ἐκ φιλίας τί ποτʼ εἴπω;
 
κεῖσαι δʼ ἀράχνης ἐν ὑφάσματι τῷδʼ
 
ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων.
 
ὤμοι μοι κοίταν τάνδʼ ἀνελεύθερον
 
δολίῳ μόρῳ δαμεὶς δάμαρτος 1495
 
ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ.
[Choral]
αὐχεῖς εἶναι τόδε τοὔργον ἐμόν;
Κλυταιμήστρα
μηδʼ ἐπιλεχθῇς
 
Ἀγαμεμνονίαν εἶναί μʼ ἄλοχον.
 
φανταζόμενος δὲ γυναικὶ νεκροῦ 1500
 
τοῦδʼ ὁ παλαιὸς δριμὺς ἀλάστωρ
 
Ἀτρέως χαλεποῦ θοινατῆρος
 
τόνδʼ ἀπέτεισεν,
 
τέλεον νεαροῖς ἐπιθύσας.
[Choral 2]
ὡς μὲν ἀναίτιος εἶ 1505
Χορός
τοῦδε φόνου τίς ὁ μαρτυρήσων;
 
πῶς πῶς; πατρόθεν δὲ συλλή-
 
πτωρ γένοιτʼ ἂν ἀλάστωρ.
 
βιάζεται δʼ ὁμοσπόροις
 
ἐπιρροαῖσιν αἱμάτων 1510
 
μέλας Ἄρης, ὅποι δίκαν προβαίνων
 
πάχνᾳ κουροβόρῳ παρέξει.
 
ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ,
 
πῶς σε δακρύσω;
 
φρενὸς ἐκ φιλίας τί ποτʼ εἴπω; 1515
 
κεῖσαι δʼ ἀράχνης ἐν ὑφάσματι τῷδʼ
 
ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων.
 
ὤμοι μοι κοίταν τάνδʼ ἀνελεύθερον
 
δολίῳ μόρῳ δαμεὶς
 
ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ. 1520
[Choral]
οὔτʼ ἀνελεύθερον οἶμαι θάνατον
Κλυταιμήστρα
τῷδε γενέσθαι.
 
οὐδὲ γὰρ οὗτος δολίαν ἄτην
 
οἴκοισιν ἔθηκʼ;
 
ἀλλʼ ἐμὸν ἐκ τοῦδʼ ἔρνος ἀερθέν. 1525
 
τὴν πολυκλαύτην Ἰφιγενείαν,
 
ἄξια δράσας ἄξια πάσχων
 
μηδὲν ἐν Ἅιδου μεγαλαυχείτω,
 
ξιφοδηλήτῳ,
 
θανάτῳ τείσας ἅπερ ἦρξεν.
[Choral 3]
ἀμηχανῶ φροντίδος στερηθεὶς 1530
Χορός
εὐπάλαμον μέριμναν
 
ὅπα τράπωμαι, πίτνοντος οἴκου.
 
δέδοικα δʼ ὄμβρου κτύπον δομοσφαλῆ
 
τὸν αἱματηρόν· ψακὰς δὲ λήγει.
 
δίκην δʼ ἐπʼ ἄλλο πρᾶγμα θηγάνει βλάβης 1535
 
πρὸς ἄλλαις θηγάναισι μοῖρα.
 
ἰὼ γᾶ γᾶ, εἴθʼ ἔμʼ ἐδέξω,
 
πρὶν τόνδʼ ἐπιδεῖν ἀργυροτοίχου
 
δροίτης κατέχοντα χάμευναν. 1540
 
τίς ὁ θάψων νιν; τίς ὁ θρηνήσων;
 
ἦ σὺ τόδʼ ἔρξαι τλήσῃ, κτείνασʼ
 
ἄνδρα τὸν αὑτῆς ἀποκωκῦσαι
 
ψυχῇ τʼ ἄχαριν χάριν ἀντʼ ἔργων 1545
 
μεγάλων ἀδίκως ἐπικρᾶναι;
 
τίς δʼ ἐπιτύμβιον αἶνον ἐπʼ ἀνδρὶ θείῳ
 
σὺν δακρύοις ἰάπτων
 
ἀληθείᾳ φρενῶν πονήσει; 1550
[Choral]
οὐ σὲ προσήκει τὸ μέλημʼ ἀλέγειν
Κλυταιμήστρα
τοῦτο· πρὸς ἡμῶν
 
κάππεσε, κάτθανε, καὶ καταθάψομεν,
 
οὐχ ὑπὸ κλαυθμῶν τῶν ἐξ οἴκων,
 
ἀλλʼ Ἰφιγένειά νιν ἀσπασίως 1555
 
θυγάτηρ, ὡς χρή,
 
πατέρʼ ἀντιάσασα πρὸς ὠκύπορον
 
πόρθμευμʼ ἀχέων
 
περὶ χεῖρε βαλοῦσα φιλήσει.
[Choral 3]
ὄνειδος ἥκει τόδʼ ἀντʼ ὀνείδους. 1560
Χορός
δύσμαχα δʼ ἔστι κρῖναι.
 
φέρει φέροντʼ, ἐκτίνει δʼ ὁ καίνων.
 
μίμνει δὲ μίμνοντος ἐν θρόνῳ Διὸς
 
παθεῖν τὸν ἔρξαντα· θέσμιον γάρ.
 
τίς ἂν γονὰν ἀραῖον ἐκβάλοι δόμων; 1565
 
κεκόλληται γένος πρὸς ἄτᾳ.
[Choral]
ἐς τόνδʼ ἐνέβης ξὺν ἀληθείᾳ
Κλυταιμήστρα
χρησμόν. ἐγὼ δʼ οὖν
 
ἐθέλω δαίμονι τῷ Πλεισθενιδῶν
 
ὅρκους θεμένη τάδε μὲν στέργειν, 1570
 
δύστλητά περ ὄνθʼ· ὃ δὲ λοιπόν, ἰόντʼ
 
ἐκ τῶνδε δόμων ἄλλην γενεὰν
 
τρίβειν θανάτοις αὐθένταισι.
 
κτεάνων τε μέρος
 
βαιὸν ἐχούσῃ πᾶν ἀπόχρη μοι 1575
 
μανίας μελάθρων 1575
 
ἀλληλοφόνους ἀφελούσῃ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme