Thesauros Literature Tragedy Ἀγαμέμνων

Ἀγαμέμνων

Ἀγαμέμνων Aeschylus

Stasimon 6

[Choral 1]
οισι Τανταλίδαισιν,
Χορός
κράτος τʼ ἰσόψυχον ἐκ γυναικῶν 1470
 
καρδιόδηκτον ἐμοὶ κρατύνεις.
 
ἐπὶ δὲ σώματος δίκαν μοι
 
κόρακος ἐχθροῦ σταθεῖσʼ ἐκνόμως
 
ὕμνον ὑμνεῖν ἐπεύχεται ˘¯
[Choral]
νῦν δʼ ὤρθωσας στόματος γνώμην, 1475
Κλυταιμήστρα
τὸν τριπάχυντον
 
δαίμονα γέννης τῆσδε κικλήσκων.
 
ἐκ τοῦ γὰρ ἔρως αἱματολοιχὸς
 
νείρᾳ τρέφεται, πρὶν καταλῆξαι
 
τὸ παλαιὸν ἄχος, νέος ἰχώρ. 1480
[Choral 2]
ἦ μέγαν οἰκονόμον
Χορός
δαίμονα καὶ βαρύμηνιν αἰνεῖς,
 
φεῦ φεῦ, κακὸν αἶνον ἀτη-
 
ρᾶς τύχας ἀκορέστου·
 
ἰὴ ἰή, διαὶ Διὸς 1485
 
παναιτίου πανεργέτα·
 
τί γὰρ βροτοῖς ἄνευ Διὸς τελεῖται;
 
τί τῶνδʼ οὐ θεόκραντόν ἐστιν;
← Önceki Stasimon 6 · 2 / 7 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme