Thesauros Literature Tragedy Ἀγαμέμνων

Ἀγαμέμνων

Ἀγαμέμνων Aeschylus

Stasimon 4

[Choral 4]
οὔπω ξυνῆκα· νῦν γὰρ ἐξ αἰνιγμάτων
Χορός
ἐπαργέμοισι θεσφάτοις ἀμηχανῶ.
[Choral 5]
ἒ ἔ, παπαῖ παπαῖ, τί τόδε φαίνεται;
Κασάνδρα
ἦ δίκτυόν τί γʼ Ἅιδου; 1115
 
ἀλλʼ ἄρκυς ἡ ξύνευνος, ἡ ξυναιτία
 
φόνου. στάσις δʼ ἀκόρετος γένει
 
κατολολυξάτω θύματος λευσίμου.
Χορός
ποίαν Ἐρινὺν τήνδε δώμασιν κέλῃ
 
ἐπορθιάζειν; οὔ με φαιδρύνει λόγος. 1120
 
ἐπὶ δὲ καρδίαν ἔδραμε κροκοβαφὴς
 
σταγών, ἅτε καιρία πτώσιμος
 
ξυνανύτει βίου δύντος αὐγαῖς·
 
ταχεῖα δʼ ἄτα πέλει.
Κασάνδρα
ἆ ἆ, ἰδοὺ ἰδού· ἄπεχε τῆς βοὸς 1125
 
τὸν ταῦρον· ἐν πέπλοισι
 
μελαγκέρῳ λαβοῦσα μηχανήματι
 
τύπτει· πίτνει δʼ ἐν ἐνύδρῳ τεύχει.
 
δολοφόνου λέβητος τύχαν σοι λέγω.
Χορός
οὐ κομπάσαιμʼ ἂν θεσφάτων γνώμων ἄκρος 1130
 
εἶναι, κακῷ δέ τῳ προσεικάζω τάδε.
← Önceki Stasimon 4 · 3 / 6 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme