Thesauros Literature Tragedy Ἑπτὰ ἐπὶ Θήβας

Ἑπτὰ ἐπὶ Θήβας

Ἑπτὰ ἐπὶ Θήβας Aeschylus

Stasimon 3

[Choral 1]
καὶ τῷδε κέρδει κέρδος ἄλλο τίκτεται.
Ἐτεοκλής
τῶν τοι ματαίων ἀνδράσιν φρονημάτων
 
ἡ γλῶσσʼ ἀληθὴς γίγνεται κατήγορος·
 
Καπανεὺς δʼ ἀπειλεῖ, δρᾶν παρεσκευασμένος, 440
 
θεοὺς ἀτίζων, κἀπογυμνάζων στόμα
 
χαρᾷ ματαίᾳ θνητὸς ὢν εἰς οὐρανὸν
 
πέμπει γεγωνὰ Ζηνὶ κυμαίνοντʼ ἔπη·
 
πέποιθα δʼ αὐτῷ ξὺν δίκῃ τὸν πυρφόρον
 
ἥξειν κεραυνόν, οὐδὲν ἐξῃκασμένον 445
 
μεσημβρινοῖσι θάλπεσιν τοῖς ἡλίου.
 
ἀνὴρ δʼ ἐπʼ αὐτῷ, κεἰ στόμαργός ἐστʼ ἄγαν,
 
αἴθων τέτακται λῆμα, Πολυφόντου βία,
 
φερέγγυον φρούρημα, προστατηρίας
 
Ἀρτέμιδος εὐνοίαισι σύν τʼ ἄλλοις θεοῖς. 450
 
λέγʼ ἄλλον ἄλλαις ἐν πύλαις εἰληχότα.
Χορός
ὄλοιθʼ ὃς πόλει μεγάλʼ ἐπεύχεται,
 
κεραυνοῦ δέ νιν βέλος ἐπισχέθοι,
 
πρὶν ἐμὸν ἐσθορεῖν δόμον, πωλικῶν
 
θʼ ἑδωλίων ὑπερκόπῳ 455
 
δορί ποτʼ ἐκλαπάξαι.
← Önceki Stasimon 3 · 2 / 11 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme