Thesauros Literature Tragedy Ἑπτὰ ἐπὶ Θήβας

Ἑπτὰ ἐπὶ Θήβας

Ἑπτὰ ἐπὶ Θήβας Aeschylus

Epeisodion 3

Ἡμιχόριον Α
ὅ τοι κατόπτης, ὡς ἐμοὶ δοκεῖ, στρατοῦ
 
πευθώ τινʼ ἡμῖν, ὦ φίλαι, νέαν φέρει, 370
 
σπουδῇ διώκων πομπίμους χνόας ποδῶν.
Ἡμιχόριον Β
καὶ μὴν ἄναξ ὅδʼ αὐτὸς Οἰδίπου τόκος
 
εἰς ἀρτίκολλον ἀγγέλου λόγον μαθεῖν·
 
σπουδὴ δὲ καὶ τοῦδʼ οὐκ ἀπαρτίζει πόδα.
Ἄγγελος
λέγοιμʼ ἂν εἰδὼς εὖ τὰ τῶν ἐναντίων, 375
 
ὥς τʼ ἐν πύλαις ἕκαστος εἴληχεν πάλον.
 
Τυδεὺς μὲν ἤδη πρὸς πύλαισι Προιτίσιν
 
βρέμει, πόρον δʼ Ἰσμηνὸν οὐκ ἐᾷ περᾶν
 
ὁ μάντις· οὐ γὰρ σφάγια γίγνεται καλά.
 
Τυδεὺς δὲ μαργῶν καὶ μάχης λελιμμένος 380
 
μεσημβριναῖς κλαγγαῖσιν ὡς δράκων βοᾷ·
 
θείνει δʼ ὀνείδει μάντιν Οἰκλείδην σοφόν,
 
σαίνειν μόρον τε καὶ μάχην ἀψυχίᾳ.
 
τοιαῦτʼ ἀυτῶν τρεῖς κατασκίους λόφους
 
σείει, κράνους χαίτωμʼ, ὑπʼ ἀσπίδος δʼ ἔσω 385
 
χαλκήλατοι κλάζουσι κώδωνες φόβον·
 
ἔχει δʼ ὑπέρφρον σῆμʼ ἐπʼ ἀσπίδος τόδε,
 
φλέγονθʼ ὑπʼ ἄστροις οὐρανὸν τετυγμένον·
 
λαμπρὰ δὲ πανσέληνος ἐν μέσῳ σάκει,
 
πρέσβιστον ἄστρων, νυκτὸς ὀφθαλμός, πρέπει. 390
 
τοιαῦτʼ ἀλύων ταῖς ὑπερκόμποις σαγαῖς
 
βοᾷ παρʼ ὄχθαις ποταμίαις, μάχης ἐρῶν,
 
ἵππος χαλινῶν ὣς κατασθμαίνων μένει,
 
ὅστις βοὴν σάλπιγγος ὁρμαίνει μένων.
 
τίνʼ ἀντιτάξεις τῷδε; τίς Προίτου πυλῶν 395
 
κλῄθρων λυθέντων προστατεῖν φερέγγυος;
Ἐτεοκλής
κόσμον μὲν ἀνδρὸς οὔτινʼ ἂν τρέσαιμʼ ἐγώ,
 
οὐδʼ ἑλκοποιὰ γίγνεται τὰ σήματα·
 
λόφοι δὲ κώδων τʼ οὐ δάκνουσʼ ἄνευ δορός.
 
καὶ νύκτα ταύτην ἣν λέγεις ἐπʼ ἀσπίδος 400
 
ἄστροισι μαρμαίρουσαν οὐρανοῦ κυρεῖν,
 
τάχʼ ἂν γένοιτο μάντις ἡ ἀνοία τινί.
 
εἰ γὰρ θανόντι νὺξ ἐπʼ ὀφθαλμοῖς πέσοι,
 
τῷ τοι φέροντι σῆμʼ ὑπέρκομπον τόδε
 
γένοιτʼ ἂν ὀρθῶς ἐνδίκως τʼ ἐπώνυμον, 405
 
καὐτὸς καθʼ αὑτοῦ τήνδʼ ὕβριν μαντεύσεται.
 
ἐγὼ δὲ Τυδεῖ κεδνὸν Ἀστακοῦ τόκον
 
τῶνδʼ ἀντιτάξω προστάτην πυλωμάτων,
 
μάλʼ εὐγενῆ τε καὶ τὸν Αἰσχύνης θρόνον
 
τιμῶντα καὶ στυγοῦνθʼ ὑπέρφρονας λόγους. 410
 
αἰσχρῶν γὰρ ἀργός, μὴ κακὸς δʼ εἶναι φιλεῖ.
 
σπαρτῶν δʼ ἀπʼ ἀνδρῶν, ὧν Ἄρης ἐφείσατο,
 
ῥίζωμʼ ἀνεῖται, κάρτα δʼ ἔστʼ ἐγχώριος,
 
Μελάνιππος· ἔργον δʼ ἐν κύβοις Ἄρης κρινεῖ·
 
Δίκη δʼ ὁμαίμων κάρτα νιν προστέλλεται 415
 
εἴργειν τεκούσῃ μητρὶ πολέμιον δόρυ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme