Thesauros Literature Tragedy Ἑπτὰ ἐπὶ Θήβας

Ἑπτὰ ἐπὶ Θήβας

Ἑπτὰ ἐπὶ Θήβας Aeschylus

Epeisodion 2

Χορός
καὶ μὴν ἀκούω γʼ ἱππικῶν φρυαγμάτων. 245
Ἐτεοκλής
μή νυν ἀκούουσʼ ἐμφανῶς ἄκουʼ ἄγαν.
Χορός
στένει πόλισμα γῆθεν, ὡς κυκλουμένων.
Ἐτεοκλής
οὐκοῦν ἔμʼ ἀρκεῖ τῶνδε βουλεύειν πέρι.
Χορός
δέδοικʼ, ἀραγμὸς δʼ ἐν πύλαις ὀφέλλεται.
Ἐτεοκλής
οὐ σῖγα μηδὲν τῶνδʼ ἐρεῖς κατὰ πτόλιν; 250
Χορός
ὦ ξυντέλεια, μὴ προδῷς πυργώματα.
Ἐτεοκλής
οὐκ ἐς φθόρον σιγῶσʼ ἀνασχήσῃ τάδε;
Χορός
θεοὶ πολῖται, μή με δουλείας τυχεῖν.
Ἐτεοκλής
αὐτὴ σὺ δουλοῖς κἀμὲ καὶ πᾶσαν πόλιν.
Χορός
ὦ παγκρατὲς Ζεῦ, τρέψον εἰς ἐχθροὺς βέλος. 255
Ἐτεοκλής
ὦ Ζεῦ, γυναικῶν οἷον ὤπασας γένος.
Χορός
μοχθηρόν, ὥσπερ ἄνδρας ὧν ἁλῷ πόλις.
Ἐτεοκλής
παλινστομεῖς αὖ θιγγάνουσʼ ἀγαλμάτων;
Χορός
ἀψυχίᾳ γὰρ γλῶσσαν ἁρπάζει φόβος.
Ἐτεοκλής
αἰτουμένῳ μοι κοῦφον εἰ δοίης τέλος. 260
Χορός
λέγοις ἂν ὡς τάχιστα, καὶ τάχʼ εἴσομαι.
Ἐτεοκλής
σίγησον, ὦ τάλαινα, μὴ φίλους φόβει.
Χορός
σιγῶ· σὺν ἄλλοις πείσομαι τὸ μόρσιμον.
Ἐτεοκλής
τοῦτʼ ἀντʼ ἐκείνων τοὔπος αἱροῦμαι σέθεν.
 
καὶ πρός γε τούτοις, ἐκτὸς οὖσʼ ἀγαλμάτων, 265
 
εὔχου τὰ κρείσσω, ξυμμάχους εἶναι θεούς·
 
κἀμῶν ἀκούσασʼ εὐγμάτων, ἔπειτα σὺ
 
ὀλολυγμὸν ἱερὸν εὐμενῆ παιώνισον,
 
Ἑλληνικὸν νόμισμα θυστάδος βοῆς,
 
θάρσος φίλοις, λύουσα πολέμιον φόβον. 270
 
ἐγὼ δὲ χώρας τοῖς πολισσούχοις θεοῖς,
 
πεδιονόμοις τε κἀγορᾶς ἐπισκόποις,
 
Δίρκης τε πηγαῖς, ὕδατί τʼ Ἰσμηνοῦ λέγω
 
εὖ ξυντυχόντων καὶ πόλεως σεσωμένης,
 
μήλοισιν αἱμάσσοντας ἑστίας θεῶν, 275
 
ταυροκτονοῦντας θεοῖσιν, ὧδʼ ἐπεύχομαι
 
θύσειν τροπαῖα, δαΐων δʼ ἐσθήματα,
 
στέψω λάφυρα δουρίπληχθʼ ἁγνοῖς δόμοις.
 
στέψω πρὸ ναῶν, πολεμίων δʼ ἐσθήματα.
 
τοιαῦτʼ ἐπεύχου μὴ φιλοστόνως θεοῖς, 280
 
μηδʼ ἐν ματαίοις κἀγρίοις ποιφύγμασιν·
 
οὐ γάρ τι μᾶλλον μὴ φύγῃς τὸ μόρσιμον.
 
ἐγὼ δέ γʼ ἄνδρας ἓξ ἐμοὶ σὺν ἑβδόμῳ
 
ἀντηρέτας ἐχθροῖσι τὸν μέγαν τρόπον
 
εἰς ἑπτατειχεῖς ἐξόδους τάξω μολών, 285
 
πρὶν ἀγγέλους σπερχνούς τε καὶ ταχυρρόθους
 
λόγους ἱκέσθαι καὶ φλέγειν χρείας ὕπο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme