Thesauros Literature Tragedy Ἑπτὰ ἐπὶ Θήβας

Ἑπτὰ ἐπὶ Θήβας

Ἑπτὰ ἐπὶ Θήβας Aeschylus

Parodos

[Choral 1]
δορυσσοῖς σαγαῖς πύλαις ἑβδόμαις 125
Χορός
 
προσίστανται πάλῳ λαχόντες.
 
σύ τʼ, ὦ Διογενὲς φιλόμαχον κράτος,
 
ῥυσίπολις γενοῦ,
 
Παλλάς, ὅ θʼ ἵππιος ποντομέδων ἄναξ 130
 
ἰχθυβόλῳ Ποσειδάων μαχανᾷ,
 
ἐπίλυσιν φόβων, ἐπίλυσιν δίδου.
 
σύ τʼ, Ἄρης, φεῦ, φεῦ, πόλιν ἐπώνυμον 135
 
Κάδμου φύλαξον κήδεσαί τʼ ἐναργῶς.
 
καὶ Κύπρις, ἅτʼ εἶ γένους προμάτωρ, 140
 
ἄλευσον· σέθεν γὰρ ἐξ αἵματος
 
γεγόναμεν· λιταῖσί σε θεοκλύτοις
 
ἀυτοῦσαι πελαζόμεσθα.
 
καὶ σύ, Λύκειʼ ἄναξ, Λύκειος γενοῦ 145
 
στρατῷ δαΐῳ στόνων ἀντίτας.
 
σύ τʼ, ὦ Λατογένει-
 
α κούρα, τόξον εὐτυκάζου Ἄρτεμι φίλα.
[Choral 2]
ἒ ἒ ἒ ἔ,
Χορός
ὄτοβον ἁρμάτων ἀμφὶ πόλιν κλύω· 150
← Önceki Parodos · 3 / 5 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme