Thesauros Literature Tragedy Ἑπτὰ ἐπὶ Θήβας

Ἑπτὰ ἐπὶ Θήβας

Ἑπτὰ ἐπὶ Θήβας Aeschylus

Epeisodion 6

Χορός
οὕτως ὁ δαίμων κοινὸς ἦν ἀμφοῖν ἄγαν.
 
αὐτὸς δʼ ἀναλοῖ δῆτα δύσποτμον γένος.
 
τοιαῦτα χαίρειν καὶ δακρύεσθαι πάρα·
 
πόλιν μὲν εὖ πράσσουσαν, οἱ δʼ ἐπιστάται, 815
 
δισσὼ στρατηγώ, διέλαχον σφυρηλάτῳ
 
Σκύθῃ σιδήρῳ κτημάτων παμπησίαν.
 
ἕξουσι δʼ ἣν λάβωσιν ἐν ταφῇ χθονός,
 
πατρὸς κατʼ εὐχὰς δυσπότμως φορούμενοι.
 
πόλις σέσωσται· βασιλέοιν δʼ ὁμοσπόροιν 820
 
πέπωκεν αἷμά γαῖʼ ὑπʼ ἀλλήλων φόνῳ.
← Önceki Epeisodion 6 · 2 / 2 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme