Thesauros Literature Tragedy Προμηθεὺς δεσμώτης

Προμηθεὺς δεσμώτης

Προμηθεὺς δεσμώτης Aeschylus

Epeisodion 4

Προμηθεύς
λέξω τορῶς σοι πᾶν ὅπερ χρῄζεις μαθεῖν,
 
οὐκ ἐμπλέκων αἰνίγματʼ, ἀλλʼ ἁπλῷ λόγῳ, 610
 
ὥσπερ δίκαιον πρὸς φίλους οἴγειν στόμα.
 
πυρὸς βροτοῖς δοτῆρʼ ὁρᾷς Προμηθέα.
Ἰώ
ὦ κοινὸν ὠφέλημα θνητοῖσιν φανείς,
 
τλῆμον Προμηθεῦ, τοῦ δίκην πάσχεις τάδε;
Προμηθεύς
ἁρμοῖ πέπαυμαι τοὺς ἐμοὺς θρηνῶν πόνους. 615
Ἰώ
οὔκουν πόροις ἂν τήνδε δωρεὰν ἐμοί;
Προμηθεύς
λέγʼ ἥντινʼ αἰτῇ· πᾶν γὰρ ἂν πύθοιό μου.
Ἰώ
σήμηνον ὅστις ἐν φάραγγί σʼ ὤχμασεν.
Προμηθεύς
βούλευμα μὲν τὸ Δῖον, Ἡφαίστου δὲ χείρ.
Ἰώ
ποινὰς δὲ ποίων ἀμπλακημάτων τίνεις; 620
Προμηθεύς
τοσοῦτον ἀρκῶ σοι σαφηνίσας μόνον.
Ἰώ
καὶ πρός γε τούτοις τέρμα τῆς ἐμῆς πλάνης
 
δεῖξον, τίς ἔσται τῇ ταλαιπώρῳ χρόνος.
Προμηθεύς
τὸ μὴ μαθεῖν σοι κρεῖσσον ἢ μαθεῖν τάδε.
Ἰώ
μήτοι με κρύψῃς τοῦθʼ ὅπερ μέλλω παθεῖν. 625
Προμηθεύς
ἀλλʼ οὐ μεγαίρω τοῦδέ σοι δωρήματος.
Ἰώ
τί δῆτα μέλλεις μὴ οὐ γεγωνίσκειν τὸ πᾶν;
Προμηθεύς
φθόνος μὲν οὐδείς, σὰς δʼ ὀκνῶ θράξαι φρένας.
Ἰώ
μή μου προκήδου μᾶσσον ὡς ἐμοὶ γλυκύ.
Προμηθεύς
ἐπεὶ προθυμῇ, χρὴ λέγειν. ἄκουε δή. 630
Χορός
μήπω γε· μοῖραν δʼ ἡδονῆς κἀμοὶ πόρε.
 
τὴν τῆσδε πρῶτον ἱστορήσωμεν νόσον,
 
αὐτῆς λεγούσης τὰς πολυφθόρους τύχας·
 
τὰ λοιπὰ δʼ ἄθλων σοῦ διδαχθήτω πάρα.
Προμηθεύς
σὸν ἔργον, Ἰοῖ, ταῖσδʼ ὑπουργῆσαι χάριν, 635
 
ἄλλως τε πάντως καὶ κασιγνήταις πατρός.
 
ὡς τἀποκλαῦσαι κἀποδύρασθαι τύχας
 
ἐνταῦθʼ, ὅπου μέλλοι τις οἴσεσθαι δάκρυ
 
πρὸς τῶν κλυόντων, ἀξίαν τριβὴν ἔχει.
Ἰώ
οὐκ οἶδʼ ὅπως ὑμῖν ἀπιστῆσαί με χρή, 640
 
σαφεῖ δὲ μύθῳ πᾶν ὅπερ προσχρῄζετε
 
πεύσεσθε· καίτοι καὶ λέγουσʼ αἰσχύνομαι
 
θεόσσυτον χειμῶνα καὶ διαφθορὰν
 
μορφῆς, ὅθεν μοι σχετλίᾳ προσέπτατο.
 
αἰεὶ γὰρ ὄψεις ἔννυχοι πωλεύμεναι 645
 
ἐς παρθενῶνας τοὺς ἐμοὺς παρηγόρουν
 
λείοισι μύθοις ὦ μέγʼ εὔδαιμον κόρη,
 
τί παρθενεύει δαρόν, ἐξόν σοι γάμου
 
τυχεῖν μεγίστου; Ζεὺς γὰρ ἱμέρου βέλει
 
πρὸς σοῦ τέθαλπται καὶ συναίρεσθαι Κύπριν 650
 
θέλει· σὺ δʼ, ὦ παῖ, μὴ ʼπολακτίσῃς λέχος
 
τὸ Ζηνός, ἀλλʼ ἔξελθε πρὸς Λέρνης βαθὺν
 
λειμῶνα, ποίμνας βουστάσεις τε πρὸς πατρός,
 
ὡς ἂν τὸ Δῖον ὄμμα λωφήσῃ πόθου.
 
τοιοῖσδε πάσας εὐφρόνας ὀνείρασι 655
 
συνειχόμην δύστηνος, ἔστε δὴ πατρὶ
 
ἔτλην γεγωνεῖν νυκτίφοιτʼ ὀνείρατα.
 
ὁ δʼ ἔς τε Πυθὼ κἀπὶ Δωδώνης πυκνοὺς
 
θεοπρόπους ἴαλλεν, ὡς μάθοι τί χρὴ
 
δρῶντʼ ἢ λέγοντα δαίμοσιν πράσσειν φίλα. 660
 
ἧκον δʼ ἀναγγέλλοντες αἰολοστόμους
 
χρησμοὺς ἀσήμους δυσκρίτως τʼ εἰρημένους.
 
τέλος δʼ ἐναργὴς βάξις ἦλθεν Ἰνάχῳ
 
σαφῶς ἐπισκήπτουσα καὶ μυθουμένη
 
ἔξω δόμων τε καὶ πάτρας ὠθεῖν ἐμέ, 665
 
ἄφετον ἀλᾶσθαι γῆς ἐπʼ ἐσχάτοις ὅροις·
 
κεἰ μὴ θέλοι, πυρωπὸν ἐκ Διὸς μολεῖν
 
κεραυνόν, ὃς πᾶν ἐξαϊστώσοι γένος.
 
τοιοῖσδε πεισθεὶς Λοξίου μαντεύμασιν
 
ἐξήλασέν με κἀπέκλῃσε δωμάτων 670
 
ἄκουσαν ἄκων· ἀλλʼ ἐπηνάγκαζέ νιν
 
Διὸς χαλινὸς πρὸς βίαν πράσσειν τάδε.
 
εὐθὺς δὲ μορφὴ καὶ φρένες διάστροφοι
 
ἦσαν, κεραστὶς δʼ, ὡς ὁρᾶτʼ, ὀξυστόμῳ
 
μύωπι χρισθεῖσʼ ἐμμανεῖ σκιρτήματι 675
 
ᾖσσον πρὸς εὔποτόν τε Κερχνείας ῥέος
 
Λέρνης τε κρήνην · βουκόλος δὲ γηγενὴς
 
ἄκρατος ὀργὴν Ἄργος ὡμάρτει, πυκνοῖς
 
ὄσσοις δεδορκὼς τοὺς ἐμοὺς κατὰ στίβους.
 
ἀπροσδόκητος δʼ αὐτὸν ἀφνίδιος μόρος 680
 
τοῦ ζῆν ἀπεστέρησεν. οἰστροπλὴξ δʼ ἐγὼ
 
μάστιγι θείᾳ γῆν πρὸ γῆς ἐλαύνομαι.
 
κλύεις τὰ πραχθέντʼ· εἰ δʼ ἔχεις εἰπεῖν ὅ τι
 
λοιπὸν πόνων, σήμαινε· μηδέ μʼ οἰκτίσας
 
ξύνθαλπε μύθοις ψευδέσιν· νόσημα γὰρ 685
 
αἴσχιστον εἶναί φημι συνθέτους λόγους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme