Thesauros Literature Tragedy Προμηθεὺς δεσμώτης

Προμηθεὺς δεσμώτης

Προμηθεὺς δεσμώτης Aeschylus

Epeisodion 2

Προμηθεύς
μή τοι χλιδῇ δοκεῖτε μηδʼ αὐθαδίᾳ
 
σιγᾶν με· συννοίᾳ δὲ δάπτομαι κέαρ,
 
ὁρῶν ἐμαυτὸν ὧδε προυσελούμενον.
 
καίτοι θεοῖσι τοῖς νέοις τούτοις γέρα
 
τίς ἄλλος ἢ ʼγὼ παντελῶς διώρισεν; 440
 
ἀλλʼ αὐτὰ σιγῶ· καὶ γὰρ εἰδυίαισιν ἂν
 
ὑμῖν λέγοιμι· τἀν βροτοῖς δὲ πήματα
 
ἀκούσαθʼ, ὥς σφας νηπίους ὄντας τὸ πρὶν
 
ἔννους ἔθηκα καὶ φρενῶν ἐπηβόλους.
 
λέξω δέ, μέμψιν οὔτινʼ ἀνθρώποις ἔχων, 445
 
ἀλλʼ ὧν δέδωκʼ εὔνοιαν ἐξηγούμενος·
 
οἳ πρῶτα μὲν βλέποντες ἔβλεπον μάτην,
 
κλύοντες οὐκ ἤκουον, ἀλλʼ ὀνειράτων
 
ἀλίγκιοι μορφαῖσι τὸν μακρὸν βίον
 
ἔφυρον εἰκῇ πάντα, κοὔτε πλινθυφεῖς 450
 
δόμους προσείλους, ᾖσαν, οὐ ξυλουργίαν·
 
κατώρυχες δʼ ἔναιον ὥστʼ ἀήσυροι
 
μύρμηκες ἄντρων ἐν μυχοῖς ἀνηλίοις.
 
ἦν δʼ οὐδὲν αὐτοῖς οὔτε χείματος τέκμαρ
 
οὔτʼ ἀνθεμώδους ἦρος οὔτε καρπίμου 455
 
θέρους βέβαιον, ἀλλʼ ἄτερ γνώμης τὸ πᾶν
 
ἔπρασσον, ἔστε δή σφιν ἀντολὰς ἐγὼ
 
ἄστρων ἔδειξα τάς τε δυσκρίτους δύσεις.
 
καὶ μὴν ἀριθμόν, ἔξοχον σοφισμάτων,
 
ἐξηῦρον αὐτοῖς, γραμμάτων τε συνθέσεις, 460
 
μνήμην ἁπάντων, μουσομήτορʼ ἐργάνην.
 
κἄζευξα πρῶτος ἐν ζυγοῖσι κνώδαλα
 
ζεύγλαισι δουλεύοντα σάγμασὶν θʼ, ὅπως
 
θνητοῖς μεγίστων διάδοχοι μοχθημάτων
 
γένοινθʼ , ὑφʼ ἅρμα τʼ ἤγαγον φιληνίους 465
 
ἵππους, ἄγαλμα τῆς ὑπερπλούτου χλιδῆς.
 
θαλασσόπλαγκτα δʼ οὔτις ἄλλος ἀντʼ ἐμοῦ
 
λινόπτερʼ ηὗρε ναυτίλων ὀχήματα.
 
τοιαῦτα μηχανήματʼ ἐξευρὼν τάλας
 
βροτοῖσιν, αὐτὸς οὐκ ἔχω σόφισμʼ ὅτῳ 470
 
τῆς νῦν παρούσης πημονῆς ἀπαλλαγῶ.
Χορός
πέπονθας αἰκὲς πῆμʼ· ἀποσφαλεὶς φρενῶν
 
πλανᾷ, κακὸς δʼ ἰατρὸς ὥς τις ἐς νόσον
 
πεσὼν ἀθυμεῖς καὶ σεαυτὸν οὐκ ἔχεις
 
εὑρεῖν ὁποίοις φαρμάκοις ἰάσιμος. 475
Προμηθεύς
τὰ λοιπά μου κλύουσα θαυμάσῃ πλέον,
 
οἵας τέχνας τε καὶ πόρους ἐμησάμην.
 
τὸ μὲν μέγιστον, εἴ τις ἐς νόσον πέσοι,
 
οὐκ ἦν ἀλέξημʼ οὐδέν, οὔτε βρώσιμον,
 
οὐ χριστόν, οὐδὲ πιστόν, ἀλλὰ φαρμάκων 480
 
χρείᾳ κατεσκέλλοντο, πρίν γʼ ἐγώ σφισιν
 
ἔδειξα κράσεις ἠπίων ἀκεσμάτων,
 
αἷς τὰς ἁπάσας ἐξαμύνονται νόσους.
 
τρόπους τε πολλοὺς μαντικῆς ἐστοίχισα,
 
κἄκρινα πρῶτος ἐξ ὀνειράτων ἃ χρὴ 485
 
ὕπαρ γενέσθαι, κληδόνας τε δυσκρίτους
 
ἐγνώρισʼ αὐτοῖς ἐνοδίους τε συμβόλους·
 
γαμψωνύχων τε πτῆσιν οἰωνῶν σκεθρῶς
 
διώρισʼ, οἵτινές τε δεξιοὶ φύσιν
 
εὐωνύμους τε, καὶ δίαιταν ἥντινα 490
 
ἔχουσʼ ἕκαστοι, καὶ πρὸς ἀλλήλους τίνες
 
ἔχθραι τε καὶ στέργηθρα καὶ συνεδρίαι·
 
σπλάγχνων τε λειότητα, καὶ χροιὰν τίνα
 
ἔχουσʼ ἂν εἴη δαίμοσιν πρὸς ἡδονὴν
 
χολή, λοβοῦ τε ποικίλην εὐμορφίαν. 495
 
κνίσῃ τε κῶλα συγκαλυπτὰ καὶ μακρὰν
 
ὀσφῦν πυρώσας δυστέκμαρτον ἐς τέχνην
 
ὥδωσα θνητούς, καὶ φλογωπὰ σήματα
 
ἐξωμμάτωσα, πρόσθεν ὄντʼ ἐπάργεμα.
 
τοιαῦτα μὲν δὴ ταῦτʼ· ἔνερθε δὲ χθονὸς 500
 
κεκρυμμένʼ, ἀνθρώποισιν ὠφελήματα,
 
χαλκόν, σίδηρον, ἄργυρον, χρυσόν τε τίς
 
φήσειεν ἂν πάροιθεν ἐξευρεῖν ἐμοῦ;
 
οὐδείς, σάφʼ οἶδα, μὴ μάτην φλύσαι θέλων.
 
βραχεῖ δὲ μύθῳ πάντα συλλήβδην μάθε, 505
 
πᾶσαι τέχναι βροτοῖσιν ἐκ Προμηθέως.
Χορός
μή νυν βροτοὺς μὲν ὠφέλει καιροῦ πέρα,
 
σαυτοῦ δʼ ἀκήδει δυστυχοῦντος. ὡς ἐγὼ
 
εὔελπίς εἰμι τῶνδέ σʼ ἐκ δεσμῶν ἔτι
 
λυθέντα μηδὲν μεῖον ἰσχύσειν Διός. 510
Προμηθεύς
οὐ ταῦτα ταύτῃ Μοῖρά πω τελεσφόρος
 
κρᾶναι πέπρωται, μυρίαις δὲ πημοναῖς
 
δύαις τε καμφθεὶς ὧδε δεσμὰ φυγγάνω·
 
τέχνη δʼ ἀνάγκης ἀσθενεστέρα μακρῷ.
Χορός
τίς οὖν ἀνάγκης ἐστὶν οἰακοστρόφος; 515
Προμηθεύς
Μοῖραι τρίμορφοι μνήμονές τʼ Ἐρινύες
Χορός
τούτων ἄρα Ζεύς ἐστιν ἀσθενέστερος;
Προμηθεύς
οὔκουν ἂν ἐκφύγοι γε τὴν πεπρωμένην.
Χορός
τί γὰρ πέπρωται Ζηνὶ πλὴν ἀεὶ κρατεῖν;
Προμηθεύς
τοῦτʼ οὐκέτʼ ἂν πύθοιο μηδὲ λιπάρει. 520
Χορός
ἦ πού τι σεμνόν ἐστιν ὃ ξυναμπέχεις.
Προμηθεύς
ἄλλου λόγου μέμνησθε, τόνδε δʼ οὐδαμῶς
 
καιρὸς γεγωνεῖν, ἀλλὰ συγκαλυπτέος
 
ὅσον μάλιστα· τόνδε γὰρ σῴζων ἐγὼ
 
δεσμοὺς ἀεικεῖς καὶ δύας ἐκφυγγάνω. 525

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme