Thesauros Literature Tragedy Προμηθεὺς δεσμώτης

Προμηθεὺς δεσμώτης

Προμηθεὺς δεσμώτης Aeschylus

Stasimon 1

[Episode]
οὐκ ἀκούσαις ἐπεθώυξας
Χορός
τοῦτο, Προμηθεῦ. 280
 
καὶ νῦν ἐλαφρῷ ποδὶ κραιπνόσυτον
 
θᾶκον προλιποῦσʼ, αἰθέρα θʼ ἁγνὸν
 
πόρον οἰωνῶν, ὀκριοέσσῃ
 
χθονὶ τῇδε πελῶ, τοὺς σοὺς δὲ πόνους
 
χρῄζω διὰ παντὸς ἀκοῦσαι. 285
Ὠκεανός
ἥκω δολιχῆς τέρμα κελεύθου
 
διαμειψάμενος πρὸς σέ, Προμηθεῦ,
 
τὸν πτερυγωκῆ τόνδʼ οἰωνὸν
 
γνώμῃ στομίων ἄτερ εὐθύνων·
 
ταῖς σαῖς δὲ τύχαις, ἴσθι, συναλγῶ. 290
 
τὸ τε γάρ με, δοκῶ, συγγενὲς οὕτως
 
ἐσαναγκάζει,
 
χωρίς τε γένους οὐκ ἔστιν ὅτῳ
 
μείζονα μοῖραν νείμαιμʼ ἢ σοί.
 
γνώσῃ δὲ τάδʼ ὡς ἔτυμʼ, οὐδὲ μάτην 295
 
χαριτογλωσσεῖν ἔνι μοι· φέρε γὰρ
 
σήμαινʼ ὅ τι χρή σοι συμπράσσειν·
 
οὐ γάρ ποτʼ ἐρεῖς ὡς Ὠκεανοῦ
 
φίλος ἐστὶ βεβαιότερός σοι.
Προμηθεύς
ἔα· τί χρῆμα λεύσσω; καὶ σὺ δὴ πόνων ἐμῶν 300
 
ἥκεις ἐπόπτης; πῶς ἐτόλμησας, λιπὼν
 
ἐπώνυμόν τε ῥεῦμα καὶ πετρηρεφῆ
 
αὐτόκτιτʼ ἄντρα, τὴν σιδηρομήτορα
 
ἐλθεῖν ἐς αἶαν; ἦ θεωρήσων τύχας
 
ἐμὰς ἀφῖξαι καὶ συνασχαλῶν κακοῖς; 305
 
δέρκου θέαμα, τόνδε τὸν Διὸς φίλον,
 
τὸν συγκαταστήσαντα τὴν τυραννίδα,
 
οἵαις ὑπʼ αὐτοῦ πημοναῖσι κάμπτομαι.
Ὠκεανός
ὁρῶ, Προμηθεῦ, καὶ παραινέσαι γέ σοι
 
θέλω τὰ λῷστα, καίπερ ὄντι ποικίλῳ. 310
 
γίγνωσκε σαυτὸν καὶ μεθάρμοσαι τρόπους
 
νέους· νέος γὰρ καὶ τύραννος ἐν θεοῖς.
 
εἰ δʼ ὧδε τραχεῖς καὶ τεθηγμένους λόγους
 
ῥίψεις, τάχʼ ἄν σου καὶ μακρὰν ἀνωτέρω
 
θακῶν κλύοι Ζεύς, ὥστε σοι τὸν νῦν ὄχλον 315
 
παρόντα μόχθων παιδιὰν εἶναι δοκεῖν.
 
ἀλλʼ, ὦ ταλαίπωρʼ, ἃς ἔχεις ὀργὰς ἄφες,
 
ζήτει δὲ τῶνδε πημάτων ἀπαλλαγάς.
 
ἀρχαῖʼ ἴσως σοι φαίνομαι λέγειν τάδε·
 
τοιαῦτα μέντοι τῆς ἄγαν ὑψηγόρου 320
 
γλώσσης, Προμηθεῦ, τἀπίχειρα γίγνεται.
 
σὺ δʼ οὐδέπω ταπεινὸς οὐδʼ εἴκεις κακοῖς,
 
πρὸς τοῖς παροῦσι δʼ ἄλλα προσλαβεῖν θέλεις.
 
οὔκουν ἔμοιγε χρώμενος διδασκάλῳ
 
πρὸς κέντρα κῶλον ἐκτενεῖς, ὁρῶν ὅτι 325
 
τραχὺς μόναρχος οὐδʼ ὑπεύθυνος κρατεῖ.
 
καὶ νῦν ἐγὼ μὲν εἶμι καὶ πειράσομαι
 
ἐὰν δύνωμαι τῶνδέ σʼ ἐκλῦσαι πόνων.
 
σὺ δʼ ἡσύχαζε μηδʼ ἄγαν λαβροστόμει.
 
ἢ οὐκ οἶσθʼ ἀκριβῶς ὢν περισσόφρων ὅτι 330
 
γλώσσῃ ματαίᾳ ζημία προστρίβεται;
Προμηθεύς
ζηλῶ σʼ ὁθούνεκʼ ἐκτὸς αἰτίας κυρεῖς
 
τούτων μετασχεῖν καὶ τετολμηκὼς ἐμοί.
 
καὶ νῦν ἔασον μηδέ σοι μελησάτω.
 
πάντως γὰρ οὐ πείσεις νιν· οὐ γὰρ εὐπιθής. 335
 
πάπταινε δʼ αὐτὸς μή τι πημανθῇς ὁδῷ.
Ὠκεανός
πολλῷ γʼ ἀμείνων τοὺς πέλας φρενοῦν ἔφυς
 
ἢ σαυτόν· ἔργῳ κοὐ λόγῳ τεκμαίρομαι.
 
ὁρμώμενον δὲ μηδαμῶς ἀντισπάσῃς. 340
 
αὐχῶ γὰρ αὐχῶ τήνδε δωρεὰν ἐμοὶ
 
δώσειν Δίʼ, ὥστε τῶνδέ σʼ ἐκλῦσαι πόνων.
Προμηθεύς
τὰ μὲν σʼ ἐπαινῶ κοὐδαμῇ λήξω ποτέ·
 
προθυμίας γὰρ οὐδὲν ἐλλείπεις. ἀτὰρ
 
μηδὲν πόνει. μάτην γὰρ οὐδὲν ὠφελῶν
 
ἐμοὶ πονήσεις, εἴ τι καὶ πονεῖν θέλεις. 345
 
ἀλλʼ ἡσύχαζε σαυτὸν ἐκποδὼν ἔχων·
 
ἐγὼ γὰρ οὐκ, εἰ δυστυχῶ, τοῦδʼ εἵνεκα
 
θέλοιμʼ ἂν ὡς πλείστοισι πημονὰς τυχεῖν.
 
οὐ δῆτʼ ἐπεί με καὶ κασιγνήτου τύχαι
 
τείρουσʼ Ἄτλαντος, ὃς πρὸς ἑσπέρους τόπους 350
 
ἕστηκε κίονʼ οὐρανοῦ τε καὶ χθονὸς
 
ὤμοις ἐρείδων, ἄχθος οὐκ εὐάγκαλον.
 
τὸν γηγενῆ τε Κιλικίων οἰκήτορα
 
ἄντρων ἰδὼν ᾤκτιρα, δάιον τέρας
 
ἑκατογκάρανον πρὸς βίαν χειρούμενον 355
 
Τυφῶνα θοῦρον· πᾶσιν ὅς ἀντέστη θεοῖς,
 
σμερδναῖσι γαμφηλαῖσι συρίζων φόβον·
 
ἐξ ὀμμάτων δʼ ἤστραπτε γοργωπὸν σέλας,
 
ὡς τὴν Διὸς τυραννίδʼ ἐκπέρσων βίᾳ·
 
ἀλλʼ ἦλθεν αὐτῷ Ζηνὸς ἄγρυπνον βέλος, 360
 
καταιβάτης κεραυνὸς ἐκπνέων φλόγα,
 
ὃς αὐτὸν ἐξέπληξε τῶν ὑψηγόρων
 
κομπασμάτων. φρένας γὰρ εἰς αὐτὰς τυπεὶς
 
ἐφεψαλώθη κἀξεβροντήθη σθένος.
 
καὶ νῦν ἀχρεῖον καὶ παράορον δέμας 365
 
κεῖται στενωποῦ πλησίον θαλασσίου
 
ἰπούμενος ῥίζαισιν Αἰτναίαις ὕπο·
 
κορυφαῖς δʼ ἐν ἄκραις ἥμενος μυδροκτυπεῖ
 
Ἥφαιστος· ἔνθεν ἐκραγήσονταί ποτε
 
ποταμοὶ πυρὸς δάπτοντες ἀγρίαις γνάθοις 370
 
τῆς καλλικάρπου Σικελίας λευροὺς γύας·
 
τοιόνδε Τυφὼς ἐξαναζέσει χόλον
 
θερμοῖς ἀπλάτου βέλεσι πυρπνόου ζάλης,
 
καίπερ κεραυνῷ Ζηνὸς ἠνθρακωμένος.
 
σὺ δʼ οὐκ ἄπειρος, οὐδʼ ἐμοῦ διδασκάλου 375
 
χρῄζεις· σεαυτὸν σῷζʼ ὅπως ἐπίστασαι·
 
ἐγὼ δὲ τὴν παροῦσαν ἀντλήσω τύχην,
 
ἔστʼ ἂν Διὸς φρόνημα λωφήσῃ χόλου.
Ὠκεανός
οὔκουν, Προμηθεῦ, τοῦτο γιγνώσκεις, ὅτι
 
ὀργῆς νοσούσης εἰσὶν ἰατροὶ λόγοι; 380
Προμηθεύς
ἐάν τις ἐν καιρῷ γε μαλθάσσῃ κέαρ
 
καὶ μὴ σφριγῶντα θυμὸν ἰσχναίνῃ βίᾳ.
Ὠκεανός
ἐν τῷ προθυμεῖσθαι δὲ καὶ τολμᾶν τίνα
 
ὁρᾷς ἐνοῦσαν ζημίαν; δίδασκέ με.
Προμηθεύς
μόχθον περισσὸν κουφόνουν τʼ εὐηθίαν. 385
Ὠκεανός
ἔα με τῇδε τῇ νόσῳ νοσεῖν, ἐπεὶ
 
κέρδιστον εὖ φρονοῦντα μὴ φρονεῖν δοκεῖν.
Προμηθεύς
ἐμὸν δοκήσει τἀμπλάκημʼ εἶναι τόδε.
Ὠκεανός
σαφῶς μʼ ἐς οἶκον σὸς λόγος στέλλει πάλιν.
Προμηθεύς
μὴ γάρ σε θρῆνος οὑμὸς εἰς ἔχθραν βάλῃ. 390
Ὠκεανός
ἦ τῷ νέον θακοῦντι παγκρατεῖς ἕδρας;
Προμηθεύς
τούτου φυλάσσου μή ποτʼ ἀχθεσθῇ κέαρ.
Ὠκεανός
ἡ σή, Προμηθεῦ, συμφορὰ διδάσκαλος.
Προμηθεύς
στέλλου, κομίζου, σῷζε τὸν παρόντα νοῦν.
Ὠκεανός
ὁρμωμένῳ μοι τόνδʼ ἐθώυξας λόγον. 395
 
λευρὸν γὰρ οἷμον αἰθέρος ψαίρει πτεροῖς
 
τετρασκελὴς οἰωνός· ἄσμενος δέ τἂν
 
σταθμοῖς ἐν οἰκείοισι κάμψειεν γόνυ.
[Choral 1]
στένω σε τᾶς οὐλομένας τύχας, Προμηθεῦ·
Χορός
δακρυσίστακτα δʼ ἀπʼ ὄσσων 400
 
ῥαδινὰν λειβομένα ῥέος παρειὰν
 
νοτίοις ἔτεγξα παγαῖς·
 
ἀμέγαρτα γὰρ τάδε Ζεὺς
 
ἰδίοις νόμοις κρατύνων
 
ὑπερήφανον θεοῖς τοῖς 405
 
πάρος ἐνδείκνυσιν αἰχμάν.
 
πρόπασα δʼ ἤδη στονόεν λέλακε χώρα,
 
μεγαλοσχήμονά ἀρχαι-
 
οπρεπῆ στένουσι τὰν σὰν
 
ξυνομαιμόνων τε τιμάν, 410
 
ὁπόσοι τʼ ἔποικον ἁγνᾶς
 
Ἀσίας ἕδος νέμονται,
 
μεγαλοστόνοισι σοῖς πή-
 
μασι συγκάμνουσι θνατοί.
[Choral 2]
Κολχίδος τε γᾶς ἔνοικοι 415
Χορός
παρθένοι, μάχας ἄτρεστοι,
 
καὶ Σκύθης ὅμιλος, οἳ γᾶς
 
ἔσχατον τόπον ἀμφὶ Μαι-
 
ῶτιν ἔχουσι λίμναν,
 
Ἀραβίας τʼ ἄρειον ἄνθος, 420
 
ὑψίκρημνον οἳ πόλισμα
 
Καυκάσου πέλας νέμονται,
 
δάιος στρατός, ὀξυπρῴ-
 
ροισι βρέμων ἐν αἰχμαῖς.
[Choral]
μόνον δὴ πρόσθεν ἄλλον ἐν πόνοις 425
Χορός
δαμέντʼ ἀδαμαντοδέτοις
 
Τιτᾶνα λύμαις εἰσιδόμαν, θεόν,
 
Ἄτλαντος αἰὲν; ὑπέροχον σθένος κραταιόν,
 
ὃς οὐράνιόν τε πόλον
 
νώτοις στέγων ὑποστενάζει. 430
 
βοᾷ δὲ πόντιος κλύδων
 
ξυμπίτνων, στένει βυθός,
 
κελαινὸς δʼ Ἄιδος ὑποβρέμει μυχὸς γᾶς,
 
παγαί θʼ ἁγνορύτων ποταμῶν
 
στένουσιν ἄλγος οἰκτρόν. 435

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme