Thesauros Literature Tragedy Προμηθεὺς δεσμώτης

Προμηθεὺς δεσμώτης

Προμηθεὺς δεσμώτης Aeschylus

Epeisodion 1

Χορός
πάντʼ ἐκκάλυψον καὶ γέγωνʼ ἡμῖν λόγον,
 
ποίῳ λαβών σε Ζεὺς ἐπʼ αἰτιάματι,
 
οὕτως ἀτίμως καὶ πικρῶς αἰκίζεται·
 
δίδαξον ἡμᾶς, εἴ τι μὴ βλάπτει λόγῳ.
Προμηθεύς
ἀλγεινὰ μέν μοι καὶ λέγειν ἐστὶν τάδε, 200
 
ἄλγος δὲ σιγᾶν, πανταχῇ δὲ δύσποτμα. 200
 
ἐπεὶ τάχιστʼ ἤρξαντο δαίμονες χόλου
 
στάσις τʼ ἐν ἀλλήλοισιν ὠροθύνετο,
 
οἱ μὲν θέλοντες ἐκβαλεῖν ἕδρας Κρόνον,
 
ὡς Ζεὺς ἀνάσσοι δῆθεν, οἱ δὲ τοὔμπαλιν
 
σπεύδοντες, ὡς Ζεὺς μήποτʼ ἄρξειεν θεῶν, 205
 
ἐνταῦθʼ ἐγὼ τὰ λῷστα βουλεύων πιθεῖν
 
Τιτᾶνας, Οὐρανοῦ τε καὶ Χθονὸς τέκνα,
 
οὐκ ἠδυνήθην. αἱμύλας δὲ μηχανὰς
 
ἀτιμάσαντες καρτεροῖς φρονήμασιν
 
ᾤοντʼ ἀμοχθεὶ πρὸς βίαν τε δεσπόσειν· 210
 
ἐμοὶ δὲ μήτηρ οὐχ ἅπαξ μόνον Θέμις,
 
καὶ Γαῖα, πολλῶν ὀνομάτων μορφὴ μία,
 
τὸ μέλλον ᾗ κραίνοιτο προυτεθεσπίκει,
 
ὡς οὐ κατʼ ἰσχὺν οὐδὲ πρὸς τὸ καρτερόν
 
χρείη, δόλῳ δὲ τοὺς ὑπερσχόντας κρατεῖν. 215
 
τοιαῦτʼ ἐμοῦ λόγοισιν ἐξηγουμένου
 
οὐκ ἠξίωσαν οὐδὲ προσβλέψαι τὸ πᾶν.
 
κράτιστα δή μοι τῶν παρεστώτων τότε
 
ἐφαίνετʼ εἶναι προσλαβόντα μητέρα
 
ἑκόνθʼ ἑκόντι Ζηνὶ συμπαραστατεῖν. 220
 
ἐμαῖς δὲ βουλαῖς Ταρτάρου μελαμβαθὴς
 
κευθμὼν καλύπτει τὸν παλαιγενῆ Κρόνον
 
αὐτοῖσι συμμάχοισι. τοιάδʼ ἐξ ἐμοῦ
 
ὁ τῶν θεῶν τύραννος ὠφελημένος
 
κακαῖσι ποιναῖς ταῖσδὲ μʼ ἐξημείψατο. 225
 
ἔνεστι γάρ πως τοῦτο τῇ τυραννίδι
 
νόσημα, τοῖς φίλοισι μὴ πεποιθέναι.
 
ὃ δʼ οὖν ἐρωτᾶτʼ, αἰτίαν καθʼ ἥντινα
 
αἰκίζεταί με, τοῦτο δὴ σαφηνιῶ.
 
ὅπως τάχιστα τὸν πατρῷον ἐς θρόνον 230
 
καθέζετʼ, εὐθὺς δαίμοσιν νέμει γέρα
 
ἄλλοισιν ἄλλα καὶ διεστοιχίζετο
 
ἀρχήν· βροτῶν δὲ τῶν ταλαιπώρων λόγον
 
οὐκ ἔσχεν οὐδένʼ, ἀλλʼ ἀιστώσας γένος
 
τὸ πᾶν ἔχρῃζεν ἄλλο φιτῦσαι νέον. 235
 
καὶ τοῖσιν οὐδεὶς ἀντέβαινε πλὴν ἐμοῦ.
 
ἐγὼ δʼ ἐτόλμησʼ· ἐξελυσάμην βροτοὺς
 
τὸ μὴ διαρραισθέντας εἰς Ἅιδου μολεῖν.
 
τῷ τοι τοιαῖσδε πημοναῖσι κάμπτομαι,
 
πάσχειν μὲν ἀλγειναῖσιν, οἰκτραῖσιν δʼ ἰδεῖν· 240
 
θνητοὺς δʼ ἐν οἴκτῳ προθέμενος, τούτου τυχεῖν
 
οὐκ ἠξιώθην αὐτός, ἀλλὰ νηλεῶς
 
ὧδʼ ἐρρύθμισμαι, Ζηνὶ δυσκλεὴς θέα.
Χορός
σιδηρόφρων τε κἀκ πέτρας εἰργασμένος
 
ὅστις, Προμηθεῦ, σοῖσιν οὐ συνασχαλᾷ 245
 
μόχθοις· ἐγὼ γὰρ οὔτʼ ἂν εἰσιδεῖν τάδε
 
ἔχρῃζον εἰσιδοῦσά τʼ ἠλγύνθην κέαρ.
Προμηθεύς
καὶ μὴν φίλοις γʼ ἐλεινὸς εἰσορᾶν ἐγώ.
Χορός
μή πού τι προύβης τῶνδε καὶ περαιτέρω;
Προμηθεύς
θνητούς γʼ ἔπαυσα μὴ προδέρκεσθαι μόρον. 250
Χορός
τὸ ποῖον εὑρὼν τῆσδε φάρμακον νόσου;
Προμηθεύς
τυφλὰς ἐν αὐτοῖς ἐλπίδας κατῴκισα.
Χορός
μέγʼ ὠφέλημα τοῦτʼ ἐδωρήσω βροτοῖς.
Προμηθεύς
πρὸς τοῖσδε μέντοι πῦρ ἐγώ σφιν ὤπασα.
Χορός
καὶ νῦν φλογωπὸν πῦρ ἔχουσʼ ἐφήμεροι; 255
Προμηθεύς
ἀφʼ οὗ γε πολλὰς ἐκμαθήσονται τέχνας.
Χορός
τοιοῖσδε δή σε Ζεὺς ἐπʼ αἰτιάμασιν—
Προμηθεύς
αἰκίζεταί τε κοὐδαμῇ χαλᾷ κακῶν.
Χορός
οὐδʼ ἔστιν ἄθλου τέρμα σοι προκείμενον;
Προμηθεύς
οὐκ ἄλλο γʼ οὐδέν, πλὴν ὅταν κείνῳ δοκῇ. 260
Χορός
δόξει δὲ πῶς; τίς ἐλπίς; οὐχ ὁρᾷς ὅτι
 
ἥμαρτες; ὡς δʼ ἥμαρτες οὔτʼ ἐμοὶ λέγειν
 
καθʼ ἡδονὴν σοί τʼ ἄλγος. ἀλλὰ ταῦτα μὲν
 
μεθῶμεν, ἄθλου δʼ ἔκλυσιν ζήτει τινά.
Προμηθεύς
ἐλαφρὸν ὅστις πημάτων ἔξω πόδα 265
 
ἔχει παραινεῖν νουθετεῖν τε τὸν κακῶς
 
πράσσοντʼ· ἐγὼ δὲ ταῦθʼ ἅπαντʼ ἠπιστάμην.
 
ἑκὼν ἑκὼν ἥμαρτον, οὐκ ἀρνήσομαι·
 
θνητοῖς ἀρήγων αὐτὸς ηὑρόμην πόνους.
 
οὐ μήν τι ποιναῖς γʼ ᾠόμην τοίαισί με 270
 
κατισχνανεῖσθαι πρὸς πέτραις πεδαρσίοις,
 
τυχόντʼ ἐρήμου τοῦδʼ ἀγείτονος πάγου.
 
καί μοι τὰ μὲν παρόντα μὴ δύρεσθʼ ἄχη,
 
πέδοι δὲ βᾶσαι τὰς προσερπούσας τύχας
 
ἀκούσαθʼ, ὡς μάθητε διὰ τέλους τὸ πᾶν. 275
 
πίθεσθέ μοι πίθεσθε, συμπονήσατε
 
τῷ νῦν μογοῦντι. ταὐτά τοι πλανωμένη
 
πρὸς ἄλλοτʼ ἄλλον πημονὴ προσιζάνει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme