Thesauros Literature Tragedy Προμηθεὺς δεσμώτης

Προμηθεὺς δεσμώτης

Προμηθεὺς δεσμώτης Aeschylus

Stasimon 5

[Episode]
καὶ μὴν ἔργῳ κοὐκέτι μύθῳ 1080
Προμηθεύς
χθὼν σεσάλευται·
 
βρυχία δʼ ἠχὼ παραμυκᾶται
 
βροντῆς, ἕλικες δʼ ἐκλάμπουσι
 
στεροπῆς ζάπυροι, στρόμβοι δὲ κόνιν
 
εἱλίσσουσι· σκιρτᾷ δʼ ἀνέμων 1085
 
πνεύματα πάντων εἰς ἄλληλα
 
στάσιν ἀντίπνουν ἀποδεικνύμενα·
 
ξυντετάρακται δʼ αἰθὴρ πόντῳ.
 
τοιάδʼ ἐπʼ ἐμοὶ ῥιπὴ Διόθεν
 
τεύχουσα φόβον στείχει φανερῶς. 1090
 
ὦ μητρὸς ἐμῆς σέβας, ὦ πάντων
 
αἰθὴρ κοινὸν φάος εἱλίσσων,
 
ἐσορᾷς μʼ ὡς ἔκδικα πάσχω.
← Önceki Stasimon 5 · 3 / 3

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme