Thesauros Literature Tragedy Προμηθεὺς δεσμώτης

Προμηθεὺς δεσμώτης

Προμηθεὺς δεσμώτης Aeschylus

Eksodos

Προμηθεύς
ἦ μὴν ἔτι Ζεύς, καίπερ αὐθάδης φρενῶν,
 
ἔσται ταπεινός, οἷον ἐξαρτύεται
 
γάμον γαμεῖν, ὃς αὐτὸν ἐκ τυραννίδος
 
θρόνων τʼ ἄιστον ἐκβαλεῖ· πατρὸς δʼ ἀρὰ 910
 
Κρόνου τότʼ ἤδη παντελῶς κρανθήσεται,
 
ἣν ἐκπίτνων ἠρᾶτο δηναιῶν θρόνων.
 
τοιῶνδε μόχθων ἐκτροπὴν οὐδεὶς θεῶν
 
δύναιτʼ ἂν αὐτῷ πλὴν ἐμοῦ δεῖξαι σαφῶς.
 
ἐγὼ τάδʼ οἶδα χᾦ τρόπῳ. πρὸς ταῦτά νυν 915
 
θαρσῶν καθήσθω τοῖς πεδαρσίοις κτύποις
 
πιστός, τινάσσων τʼ ἐν χεροῖν πύρπνουν βέλος.
 
οὐδὲν γὰρ αὐτῷ ταῦτʼ ἐπαρκέσει τὸ μὴ οὐ
 
πεσεῖν ἀτίμως πτώματʼ οὐκ ἀνασχετά·
 
τοῖον παλαιστὴν νῦν παρασκευάζεται 920
 
ἐπʼ αὐτὸς αὑτῷ, δυσμαχώτατον τέρας·
 
ὃς δὴ κεραυνοῦ κρείσσονʼ εὑρήσει φλόγα,
 
βροντῆς θʼ ὑπερβάλλοντα καρτερὸν κτύπον·
 
θαλασσίαν τε γῆς τινάκτειραν νόσον
 
τρίαιναν, αἰχμὴν τὴν Ποσειδῶνος, σκεδᾷ. 925
 
πταίσας δὲ τῷδε πρὸς κακῷ μαθήσεται
 
ὅσον τό τʼ ἄρχειν καὶ τὸ δουλεύειν δίχα.
Χορός
σύ θην ἃ χρῄζεις, ταῦτʼ ἐπιγλωσσᾷ Διός.
Προμηθεύς
ἅπερ τελεῖται, πρὸς δʼ ἃ βούλομαι λέγω.
Χορός
καὶ προσδοκᾶν χρὴ δεσπόσειν Ζηνός τινα; 930
Προμηθεύς
καὶ τῶνδέ γʼ, ἕξει δυσλοφωτέρους πόνους.
Χορός
πῶς δʼ οὐχὶ ταρβεῖς τοιάδʼ ἐκρίπτων ἔπη;
Προμηθεύς
τί δʼ ἂν φοβοίμην ᾧ θανεῖν οὐ μόρσιμον;
Χορός
ἀλλʼ ἆθλον ἄν σοι τοῦδʼ ἔτʼ ἀλγίω πόροι.
Προμηθεύς
ὁ δʼ οὖν ποιείτω· πάντα προσδοκητά μοι. 935
Χορός
οἱ προσκυνοῦντες τὴν Ἀδράστειαν σοφοί.
Προμηθεύς
σέβου, προσεύχου, θῶπτε τὸν κρατοῦντʼ ἀεί.
 
ἐμοὶ δʼ ἔλασσον Ζηνὸς ἢ μηδὲν μέλει.
 
δράτω, κρατείτω τόνδε τὸν βραχὺν χρόνον,
 
ὅπως θέλει· δαρὸν γὰρ οὐκ ἄρξει θεοῖς. 940
 
ἀλλʼ εἰσορῶ γὰρ τόνδε τὸν Διὸς τρόχιν,
 
τὸν τοῦ τυράννου τοῦ νέου διάκονον·
 
πάντως τι καινὸν ἀγγελῶν ἐλήλυθεν.
Ἑρμῆς
σὲ τὸν σοφιστήν, τὸν πικρῶς ὑπέρπικρον,
 
τὸν ἐξαμαρτόντʼ εἰς θεοὺς ἐφημέροις 945
 
πορόντα τιμάς, τὸν πυρὸς κλέπτην λέγω·
 
πατὴρ ἄνωγέ σʼ οὕστινας κομπεῖς γάμους
 
αὐδᾶν, πρὸς ὧν ἐκεῖνος ἐκπίπτει κράτους.
 
καὶ ταῦτα μέντοι μηδὲν αἰνικτηρίως,
 
ἀλλʼ αὔθʼ ἕκαστα φράζε· μηδέ μοι διπλᾶς 950
 
ὁδούς, Προμηθεῦ, προσβάλῃς· ὁρᾷς δʼ ὅτι
 
Ζεὺς τοῖς τοιούτοις οὐχὶ μαλθακίζεται.
Προμηθεύς
σεμνόστομός γε καὶ φρονήματος πλέως
 
ὁ μῦθός ἐστιν, ὡς θεῶν ὑπηρέτου.
 
νέον νέοι κρατεῖτε καὶ δοκεῖτε δὴ 955
 
ναίειν ἀπενθῆ πέργαμʼ· οὐκ ἐκ τῶνδʼ ἐγὼ
 
δισσοὺς τυράννους ἐκπεσόντας ᾐσθόμην;
 
τρίτον δὲ τὸν νῦν κοιρανοῦντʼ ἐπόψομαι
 
αἴσχιστα καὶ τάχιστα. μή τί σοι δοκῶ
 
ταρβεῖν ὑποπτήσσειν τε τε τοὺς νέους θεούς; 960
 
πολλοῦ γε καὶ τοῦ παντὸς ἐλλείπω. σὺ δὲ
 
κέλευθον ἥνπερ ἦλθες ἐγκόνει πάλιν·
 
πεύσῃ γὰρ οὐδὲν ὧν ἀνιστορεῖς ἐμέ.
Ἑρμῆς
τοιοῖσδε μέντοι καὶ πρὶν αὐθαδίσμασιν
 
ἐς τάσδε σαυτὸν πημονὰς καθώρμισας. 965
Προμηθεύς
τῆς σῆς λατρείας τὴν ἐμὴν δυσπραξίαν,
 
σαφῶς ἐπίστασʼ, οὐκ ἂν ἀλλάξαιμʼ ἐγώ.
Ἑρμῆς
κρεῖσσον γὰρ οἶμαι τῇδε λατρεύειν πέτρᾳ
 
ἢ πατρὶ φῦναι Ζηνὶ πιστὸν ἄγγελον.
Προμηθεύς
οὕτως ὑβρίζειν τοὺς ὑβρίζοντας χρεών. 970
Ἑρμῆς
χλιδᾶν ἔοικας τοῖς παροῦσι πράγμασι.
Προμηθεύς
χλιδῶ; χλιδῶντας ὧδε τοὺς ἐμοὺς ἐγὼ
 
ἐχθροὺς ἴδοιμι· καὶ σὲ δʼ ἐν τούτοις λέγω.
Ἑρμῆς
ἦ κἀμὲ γάρ τι συμφοραῖς ἐπαιτιᾷ;
Προμηθεύς
ἁπλῷ λόγῳ τοὺς πάντας ἐχθαίρω θεούς, 975
 
ὅσοι παθόντες εὖ κακοῦσί μʼ ἐκδίκως.
Ἑρμῆς
κλύω σʼ ἐγὼ μεμηνότʼ οὐ σμικρὰν νόσον.
Προμηθεύς
νοσοῖμʼ ἄν, εἰ νόσημα τοὺς ἐχθροὺς στυγεῖν.
Ἑρμῆς
εἴης φορητὸς οὐκ ἄν, εἰ πράσσοις καλῶς.
Προμηθεύς
ὤμοι. 980
Ἑρμῆς
ὤμοι; τόδε Ζεὺς τοὔπος οὐκ ἐπίσταται. 980
Προμηθεύς
ἀλλʼ ἐκδιδάσκει πάνθʼ ὁ γηράσκων χρόνος.
Ἑρμῆς
καὶ μὴν σύ γʼ οὔπω σωφρονεῖν ἐπίστασαι.
Προμηθεύς
σὲ γὰρ προσηύδων οὐκ ἂν ὄνθʼ ὑπηρέτην.
Ἑρμῆς
ἐρεῖν ἔοικας οὐδὲν ὧν χρῄζει πατήρ.
Προμηθεύς
καὶ μὴν ὀφείλων γʼ ἂν τίνοιμʼ αὐτῷ χάριν. 985
Ἑρμῆς
ἐκερτόμησας δῆθεν ὡς παῖδʼ ὄντα με.
Προμηθεύς
οὐ γὰρ σὺ παῖς τε κἄτι τοῦδʼ ἀνούστερος
 
εἰ προσδοκᾷς ἐμοῦ τι πεύσεσθαι πάρα;
 
οὐκ ἔστιν αἴκισμʼ οὐδὲ μηχάνημʼ ὅτῳ
 
προτρέψεταί με Ζεὺς γεγωνῆσαι τάδε, 990
 
πρὶν ἂν χαλασθῇ δεσμὰ λυμαντήρια.
 
πρὸς ταῦτα ῥιπτέσθω μὲν αἰθαλοῦσσα φλόξ,
 
λευκοπτέρῳ δὲ νιφάδι καὶ βροντήμασι
 
χθονίοις κυκάτω πάντα καὶ ταρασσέτω.
 
γνάμψει γὰρ οὐδὲν τῶνδέ μʼ ὥστε καὶ φράσαι 995
 
πρὸς οὗ χρεών νιν ἐκπεσεῖν τυραννίδος.
Ἑρμῆς
ὅρα νυν εἴ σοι ταῦτʼ ἀρωγὰ φαίνεται.
Προμηθεύς
ὦπται πάλαι δὴ καὶ βεβούλευται τάδε.
Ἑρμῆς
τόλμησον, ὦ μάταιε, τόλμησόν ποτε
 
πρὸς τὰς παρούσας πημονὰς ὀρθῶς φρονεῖν, 1000
Προμηθεύς
ὀχλεῖς μάτην με κῦμʼ ὅπως παρηγορῶν.
 
εἰσελθέτω σε μήποθʼ ὡς ἐγὼ Διὸς
 
γνώμην φοβηθεὶς θηλύνους γενήσομαι,
 
καὶ λιπαρήσω τὸν μέγα στυγούμενον
 
γυναικομίμοις ὑπτιάσμασιν χερῶν 1005
 
λῦσαί με δεσμῶν τῶνδε· τοῦ παντὸς δέω.
Ἑρμῆς
λέγων ἔοικα πολλὰ καὶ μάτην ἐρεῖν·
 
τέγγῃ γὰρ οὐδὲν οὐδὲ μαλθάσσῃ λιταῖς
 
ἐμαῖς· δακὼν δὲ στόμιον ὡς νεοζυγὴς
 
πῶλος βιάζῃ καὶ πρὸς ἡνίας μάχῃ. 1010
 
ἀτὰρ σφοδρύνῃ γʼ ἀσθενεῖ σοφίσματι·
 
αὐθαδία γὰρ τῷ φρονοῦντι μὴ καλῶς
 
αὐτὴ καθʼ αὑτὴν οὐδενὸς μεῖζον σθένει.
 
σκέψαι δʼ, ἐὰν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις,
 
οἷός σε χειμὼν καὶ κακῶν τρικυμία 1015
 
ἔπεισʼ ἄφυκτος · πρῶτα μὲν γὰρ ὀκρίδα
 
φάραγγα βροντῇ καὶ κεραυνίᾳ φλογὶ
 
πατὴρ σπαράξει τήνδε, καὶ κρύψει δέμας
 
τὸ σόν, πετραία δʼ ἀγκάλη σε βαστάσει.
 
μακρὸν δὲ μῆκος ἐκτελευτήσας χρόνου 1020
 
ἄψορρον ἥξεις εἰς φάος· Διὸς δέ τοί
 
πτηνὸς κύων, δαφοινὸς αἰετός, λάβρως
 
διαρταμήσει σώματος μέγα ῥάκος,
 
ἄκλητος ἕρπων δαιταλεὺς πανήμερος,
 
κελαινόβρωτον δʼ ἧπαρ ἐκθοινήσεται. 1025
 
τοιοῦδε μόχθου τέρμα μή τι προσδόκα,
 
πρὶν ἂν θεῶν τις διάδοχος τῶν σῶν πόνων
 
φανῇ, θελήσῃ τʼ εἰς ἀναύγητον μολεῖν
 
Ἅιδην κνεφαῖά τʼ ἀμφὶ Ταρτάρου βάθη.
 
πρὸς ταῦτα βούλευʼ· ὡς ὅδʼ οὐ πεπλασμένος 1030
 
ὁ κόμπος, ἀλλὰ καὶ λίαν εἰρημένος ·
 
ψευδηγορεῖν γὰρ οὐκ ἐπίσταται στόμα
 
τὸ Δῖον, ἀλλὰ πᾶν ἔπος τελεῖ· σὺ δὲ
 
πάπταινε καὶ φρόντιζε, μηδʼ αὐθαδίαν
 
εὐβουλίας ἀμείνονʼ ἡγήσῃ ποτέ. 1035
Χορός
ἡμῖν μὲν Ἑρμῆς οὐκ ἄκαιρα φαίνεται
 
λέγειν. ἄνωγε γάρ σε τὴν αὐθαδίαν
 
μεθέντʼ ἐρευνᾶν τὴν σοφὴν εὐβουλίαν.
 
πιθοῦ· σοφῷ γὰρ αἰσχρὸν ἐξαμαρτάνειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme