Thesauros Literature Tragedy Προμηθεὺς δεσμώτης

Προμηθεὺς δεσμώτης

Προμηθεὺς δεσμώτης Aeschylus

Stasimon 4

[Episode]
ἔα ἔα, ἄπεχε, φεῦ·
Χορός
οὔποτʼ οὔποτʼ ηὔχουν ὧδε ξένους
 
μολεῖσθαι λόγους εἰς ἀκοὰν ἐμάν,
 
οὐδʼ ὧδε δυσθέατα καὶ δύσοιστα 690
 
πήματα, λύματα, δείματα ἀμ-
 
φάκει κέντρῳ τύψειν ψυχὰν ἐμάν.
 
ἰὼ ἰὼ μοῖρα μοῖρα,
 
πέφρικʼ εἰσιδοῦσα πρᾶξιν Ἰοῦς. 695
Προμηθεύς
πρῴ γε στενάζεις καὶ φόβου πλέα τις εἶ·
 
ἐπίσχες ἔστʼ ἂν καὶ τὰ λοιπὰ προσμάθῃς.
Χορός
λέγʼ, ἐκδίδασκε· τοῖς νοσοῦσί τοι γλυκὺ
 
τὸ λοιπὸν ἄλγος προυξεπίστασθαι τορῶς.
Προμηθεύς
τὴν πρίν γε χρείαν ἠνύσασθʼ ἐμοῦ πάρα 700
 
κούφως· μαθεῖν γὰρ τῆσδε πρῶτʼ ἐχρῄζετε
 
τὸν ἀμφʼ ἑαυτῆς ἆθλον ἐξηγουμένης·
 
τὰ λοιπὰ νῦν ἀκούσαθʼ, οἷα χρὴ πάθη
 
τλῆναι πρὸς Ἥρας τήνδε τὴν νεάνιδα.
 
σύ τʼ Ἰνάχειον σπέρμα, τοὺς ἐμοὺς λόγους 705
 
θυμῷ βάλʼ, ὡς ἂν τέρματʼ ἐκμάθῃς ὁδοῦ.
 
πρῶτον μὲν ἐνθένδʼ ἡλίου πρὸς ἀντολὰς
 
στρέψασα σαυτὴν στεῖχʼ ἀνηρότους γύας·
 
Σκύθας δʼ ἀφίξῃ νομάδας, οἳ πλεκτὰς στέγας
 
πεδάρσιοι ναίουσʼ ἐπʼ εὐκύκλοις ὄχοις 710
 
ἑκηβόλοις τόξοισιν ἐξηρτυμένοι·
 
οἷς μὴ πελάζειν, ἀλλʼ ἁλιστόνοις πόδας
 
χρίμπτουσα ῥαχίαισιν ἐκπερᾶν χθόνα.
 
λαιᾶς δὲ χειρὸς οἱ σιδηροτέκτονες
 
οἰκοῦσι Χάλυβες, οὓς φυλάξασθαί σε χρή. 715
 
ἀνήμεροι γὰρ οὐδὲ πρόσπλατοι ξένοις.
 
ἥξεις δʼ Ὑβριστὴν ποταμὸν οὐ ψευδώνυμον,
 
ὃν μὴ περάσῃς, οὐ γὰρ εὔβατος περᾶν,
 
πρὶν ἂν πρὸς αὐτὸν Καύκασον μόλῃς, ὀρῶν
 
ὕψιστον, ἔνθα ποταμὸς ἐκφυσᾷ μένος 720
 
κροτάφων ἀπʼ αὐτῶν. ἀστρογείτονας δὲ χρὴ
 
κορυφὰς ὑπερβάλλουσαν ἐς μεσημβρινὴν
 
βῆναι κέλευθον, ἔνθʼ, Ἀμαζόνων στρατὸν
 
ἥξεις στυγάνορʼ, αἳ Θεμίσκυράν ποτε
 
κατοικιοῦσιν ἀμφὶ Θερμώδονθʼ, ἵνα 725
 
τραχεῖα πόντου Σαλμυδησσία γνάθος
 
ἐχθρόξενος ναύταισι, μητρυιὰ νεῶν·
 
αὗταί σʼ ὁδηγήσουσι καὶ μάλʼ ἀσμένως.
 
ἰσθμὸν δʼ ἐπʼ αὐταῖς στενοπόροις λίμνης πύλαις
 
Κιμμερικὸν ἥξεις, ὃν θρασυσπλάγχνως σε χρὴ 730
 
λιποῦσαν αὐλῶνʼ ἐκπερᾶν Μαιωτικόν·
 
ἔσται δὲ θνητοῖς εἰσαεὶ λόγος μέγας
 
τῆς σῆς πορείας, Βόσπορος δʼ ἐπώνυμος
 
κεκλήσεται. λιποῦσα δʼ Εὐρώπης πέδον
 
ἤπειρον ἥξεις Ἀσιάδʼ·. ἆρʼ, ὑμῖν δοκεῖ 735
 
ὁ τῶν θεῶν τύραννος ἐς τὰ πάνθʼ ὁμῶς
 
βίαιος εἶναι; τῇδε γὰρ θνητῇ θεὸς
 
χρῄζων μιγῆναι τάσδʼ ἐπέρριψεν πλάνας.
 
πικροῦ δʼ ἔκυρσας, ὦ κόρη, τῶν σῶν γάμων
 
μνηστῆρος. οὓς γὰρ νῦν ἀκήκοας λόγους, 740
 
εἶναι δόκει σοι μηδέπω ʼν προοιμίοις.
Ἰώ
ἰώ μοί μοι, ἒ ἔ.
Προμηθεύς
σὺ δʼ αὖ κέκραγας κἀναμυχθίζῃ; τί που
 
δράσεις, ὅταν τὰ λοιπὰ πυνθάνῃ κακά;
Χορός
ἦ γάρ τι λοιπὸν τῇδε πημάτων ἐρεῖς; 745
Προμηθεύς
δυσχείμερόν γε πέλαγος ἀτηρᾶς δύης.
Ἰώ
τί δῆτʼ ἐμοὶ ζῆν κέρδος, ἀλλʼ οὐκ ἐν τάχει
 
ἔρριψʼ ἐμαυτὴν τῆσδʼ ἀπὸ στύφλου πέτρας,
 
ὅπως πέδοι σκήψασα τῶν πάντων πόνων
 
ἀπηλλάγην; κρεῖσσον γὰρ εἰσάπαξ θανεῖν 750
 
ἢ τὰς ἁπάσας ἡμέρας πάσχειν κακῶς.
Προμηθεύς
ἦ δυσπετῶς ἂν τοὺς ἐμοὺς ἄθλους φέροις,
 
ὅτῳ θανεῖν μέν ἐστιν οὐ πεπρωμένον·
 
αὕτη γὰρ ἦν ἂν πημάτων ἀπαλλαγή·
 
νῦν δʼ οὐδέν ἐστι τέρμα μοι προκείμενον 755
 
μόχθων, πρὶν ἂν Ζεὺς ἐκπέσῃ τυραννίδος.
Ἰώ
ἦ γάρ ποτʼ ἔστιν ἐκπεσεῖν ἀρχῆς Δία;
Προμηθεύς
ἥδοιʼ ἄν, οἶμαι, τήνδʼ ἰδοῦσα συμφοράν.
Ἰώ
πῶς δʼ οὐκ ἄν, ἥτις ἐκ Διὸς πάσχω κακῶς;
Προμηθεύς
ὡς τοίνυν ὄντων τῶνδέ σοι μαθεῖν πάρα. 760
Ἰώ
πρὸς τοῦ τύραννα σκῆπτρα συληθήσεται;
Προμηθεύς
πρὸς αὐτὸς αὑτοῦ κενοφρόνων βουλευμάτων.
Ἰώ
ποίῳ τρόπῳ; σήμηνον, εἰ μή τις βλάβη.
Προμηθεύς
γαμεῖ γάμον τοιοῦτον ᾧ ποτʼ ἀσχαλᾷ.
Ἰώ
θέορτον, ἢ βρότειον; εἰ ῥητόν, φράσον. 765
Προμηθεύς
τί δʼ ὅντινʼ·; οὐ γὰρ ῥητὸν αὐδᾶσθαι τόδε.
Ἰώ
ἦ πρὸς δάμαρτος ἐξανίσταται θρόνων;
Προμηθεύς
ἣ τέξεταί γε παῖδα φέρτερον πατρός.
Ἰώ
οὐδʼ ἔστιν αὐτῷ τῆσδʼ ἀποστροφὴ τύχης;
Προμηθεύς
οὐ δῆτα, πλὴν ἔγωγʼ ἂν ἐκ δεσμῶν λυθείς. 770
Ἰώ
τίς οὖν ὁ λύσων ἐστὶν ἄκοντος Διός;
Προμηθεύς
τῶν σῶν τινʼ αὐτὸν ἐγγόνων εἶναι χρεών.
Ἰώ
πῶς εἶπας; ἦ ʼμὸς παῖς σʼ ἀπαλλάξει κακῶν;
Προμηθεύς
τρίτος γε γένναν πρὸς δέκʼ ἄλλαισιν γοναῖς.
Ἰώ
ἥδʼ οὐκέτʼ εὐξύμβλητος ἡ χρησμῳδία. 775
Προμηθεύς
καὶ μηδὲ σαυτῆς ἐκμαθεῖν ζήτει πόνους.
Ἰώ
μή μοι προτείνων κέρδος εἶτʼ ἀποστέρει.
Προμηθεύς
δυοῖν λόγοιν σε θατέρῳ δωρήσομαι.
Ἰώ
ποίοιν; πρόδειξον, αἵρεσίν τʼ ἐμοὶ δίδου.
Προμηθεύς
δίδωμʼ· ἑλοῦ γάρ, ἢ πόνων τὰ λοιπά σοι 780
 
φράσω σαφηνῶς, ἢ τὸν ἐκλύσοντʼ ἐμέ.
Χορός
τούτων σὺ τὴν μὲν τῇδε, τὴν δʼ ἐμοὶ χάριν
 
θέσθαι θέλησον, μηδʼ ἀτιμάσῃς λόγου·
 
καὶ τῇδε μὲν γέγωνε τὴν λοιπὴν πλάνην,
 
ἐμοὶ δὲ τὸν λύσοντα· τοῦτο γὰρ ποθῶ. 785
Προμηθεύς
ἐπεὶ προθυμεῖσθʼ, οὐκ ἐναντιώσομαι
 
τὸ μὴ οὐ γεγωνεῖν πᾶν ὅσον προσχρῄζετε.
 
σοὶ πρῶτον, Ἰοῖ, πολύδονον πλάνην φράσω,
 
ἣν ἐγγράφου σὺ μνήμοσιν δέλτοις φρενῶν.
 
ὅταν περάσῃς ῥεῖθρον ἠπείροιν ὅρον, 790
 
πρὸς ἀντολὰς φλογῶπας ἡλιοστιβεῖς
 
 
πόντου περῶσα φλοῖσβον, ἔστʼ ἂν ἐξίκῃ
 
πρὸς Γοργόνεια πεδία Κισθήνης, ἵνα
 
αἱ Φορκίδες ναίουσι δηναιαὶ κόραι 795
 
τρεῖς κυκνόμορφοι, κοινὸν ὄμμʼ ἐκτημέναι, 795
 
μονόδοντες, ἃς οὔθʼ ἥλιος προσδέρκεται
 
ἀκτῖσιν οὔθʼ ἡ νύκτερος μήνη ποτέ.
 
πέλας δʼ ἀδελφαὶ τῶνδε τρεῖς κατάπτεροι,
 
δρακοντόμαλλοι Γοργόνες βροτοστυγεῖς,
 
ἃς θνητὸς οὐδεὶς εἰσιδὼν ἕξει πνοάς. 800
 
τοιοῦτο μέν σοι τοῦτο φρούριον λέγω·
 
ἄλλην δʼ ἄκουσον δυσχερῆ θεωρίαν·
 
ὀξυστόμους γὰρ Ζηνὸς ἀκραγεῖς κύνας
 
γρῦπας φύλαξαι, τόν τε μουνῶπα στρατὸν
 
Ἀριμασπὸν ἱπποβάμονʼ, οἳ χρυσόρρυτον 805
 
οἰκοῦσιν ἀμφὶ νᾶμα Πλούτωνος πόρου·
 
τούτοις σὺ μὴ πέλαζε. τηλουρὸν δὲ γῆν
 
ἥξεις, κελαινὸν φῦλον, οἳ πρὸς ἡλίου
 
ναίουσι πηγαῖς, ἔνθα ποταμὸς Αἰθίοψ.
 
τούτου παρʼ ὄχθας ἕρφʼ, ἕως ἂν ἐξίκῃ 810
 
καταβασμόν, ἔνθα Βιβλίνων ὀρῶν ἄπο
 
ἵησι σεπτὸν Νεῖλος εὔποτον ῥέος.
 
οὗτός σʼ ὁδώσει τὴν τρίγωνον ἐς χθόνα
 
Νειλῶτιν, οὗ δὴ τὴν μακρὰν ἀποικίαν,
 
Ἰοῖ, πέπρωται σοί τε καὶ τέκνοις κτίσαι. 815
 
τῶν δʼ εἴ τί σοι ψελλόν τε καὶ δυσεύρετον,
 
ἐπανδίπλαζε καὶ σαφῶς ἐκμάνθανε·
 
σχολὴ δὲ πλείων ἢ θέλω πάρεστί μοι.
Χορός
εἰ μέν τι τῇδε λοιπὸν ἢ παρειμένον
 
ἔχεις γεγωνεῖν τῆς πολυφθόρου πλάνης, 820
 
λέγʼ· εἰ δὲ πάντʼ εἴρηκας, ἡμῖν αὖ χάριν
 
δὸς ἥνπερ αἰτούμεσθα, μέμνησαι δέ που.
Προμηθεύς
τὸ πᾶν πορείας ἥδε τέρμʼ ἀκήκοεν.
 
ὅπως δʼ ἂν εἰδῇ μὴ μάτην κλύουσά μου,
 
ἃ πρὶν μολεῖν δεῦρʼ ἐκμεμόχθηκεν φράσω, 825
 
τεκμήριον τοῦτʼ αὐτὸ δοὺς μύθων ἐμῶν.
 
ὄχλον μὲν οὖν τὸν πλεῖστον ἐκλείψω λόγων,
 
πρὸς αὐτὸ δʼ εἶμι τέρμα σῶν πλανημάτων.
 
ἐπεὶ γὰρ ἦλθες πρὸς Μολοσσὰ γάπεδα,
 
τὴν αἰπύνωτόν τʼ ἀμφὶ Δωδώνην, ἵνα 830
 
μαντεῖα θᾶκός τʼ ἐστὶ Θεσπρωτοῦ Διός,
 
τέρας τʼ ἄπιστον, αἱ προσήγοροι δρύες,
 
ὑφʼ ὧν σὺ λαμπρῶς κοὐδὲν αἰνικτηρίως
 
προσηγορεύθης ἡ Διὸς κλεινὴ δάμαρ
 
μέλλουσʼ ἔσεσθαι. τῶνδε προσσαίνει σέ τι ; 835
 
ἐντεῦθεν οἰστρήσασα τὴν παρακτίαν
 
κέλευθον ᾖξας πρὸς μέγαν κόλπον Ῥέας,
 
ἀφʼ οὗ παλιμπλάγκτοισι χειμάζῃ δρόμοις·
 
χρόνον δὲ τὸν μέλλοντα πόντιος μυχός,
 
σαφῶς ἐπίστασʼ, Ἰόνιος κεκλήσεται,. 840
 
τῆς σῆς πορείας μνῆμα τοῖς πᾶσιν βροτοῖς.
 
σημεῖά σοι τάδʼ ἐστὶ τῆς ἐμῆς φρενός,
 
ὡς δέρκεται πλέον τι τοῦ πεφασμένου.
 
τὰ λοιπὰ δʼ ὑμῖν τῇδέ τʼ ἐς κοινὸν φράσω,
 
ἐς ταὐτὸν ἐλθὼν τῶν πάλαι λόγων ἴχνος. 845
 
ἔστιν πόλις Κάνωβος ἐσχάτη χθονός,
 
Νείλου πρὸς αὐτῷ στόματι καὶ προσχώματι·
 
ἐνταῦθα δή σε Ζεὺς τίθησιν ἔμφρονα
 
ἐπαφῶν ἀταρβεῖ χειρὶ καὶ θιγὼν μόνον.
 
ἐπώνυμον δὲ τῶν Διὸς γεννημάτων 850
 
τέξεις κελαινὸν Ἔπαφον, ὃς καρπώσεται
 
ὅσην πλατύρρους Νεῖλος ἀρδεύει χθόνα·
 
πέμπτη δʼ ἀπʼ αὐτοῦ γέννα πεντηκοντάπαις
 
πάλιν πρὸς Ἄργος οὐχ ἑκοῦσʼ ἐλεύσεται
 
θηλύσπορος, φεύγουσα συγγενῆ γάμον 855
 
ἀνεψιῶν· οἱ δʼ ἐπτοημένοι φρένας,
 
κίρκοι πελειῶν οὐ μακρὰν λελειμμένοι,
 
ἥξουσι θηρεύοντες οὐ θηρασίμους
 
γάμους, φθόνον δὲ σωμάτων ἕξει θεός·
 
Πελασγία δὲ δέξεται θηλυκτόνῳ 860
 
Ἄρει, δαμέντων νυκτιφρουρήτῳ θράσει.
 
γυνὴ γὰρ ἄνδρʼ ἕκαστον αἰῶνος στερεῖ,
 
δίθηκτον ἐν σφαγαῖσι βάψασα ξίφος·
 
τοιάδʼ ἐπʼ ἐχθροὺς τοὺς ἐμοὺς ἔλθοι Κύπρις.
 
μίαν δὲ παίδων ἵμερος θέλξει τὸ μὴ 865
 
κτεῖναι σύνευνον, ἀλλʼ ἀπαμβλυνθήσεται
 
γνώμην· δυοῖν δὲ θάτερον βουλήσεται,
 
κλύειν ἄναλκις μᾶλλον ἢ μιαιφόνος·
 
αὕτη κατʼ Ἄργος βασιλικὸν τέξει γένος.
 
μακροῦ λόγου δεῖ ταῦτʼ ἐπεξελθεῖν τορῶς. 870
 
σπορᾶς γε μὴν ἐκ τῆσδε φύσεται θρασὺς
 
τόξοισι κλεινός, ὃς πόνων ἐκ τῶνδʼ ἐμὲ
 
λύσει. τοιόνδε χρησμὸν ἡ παλαιγενὴς
 
μήτηρ ἐμοὶ διῆλθε Τιτανὶς Θέμις·
 
ὅπως δὲ χὤπη, ταῦτα δεῖ μακροῦ λόγου 875
 
εἰπεῖν, σύ τʼ οὐδὲν ἐκμαθοῦσα κερδανεῖς.
Ἰώ
ἐλελεῦ ἐλελεῦ,
 
ὑπό μʼ αὖ σφάκελος καὶ φρενοπληγεῖς
 
μανίαι θάλπουσʼ, οἴστρου δʼ ἄρδις
 
χρίει μʼ ἄπυρος· 880
 
κραδία δὲ φόβῳ φρένα λακτίζει.
 
τροχοδινεῖται δʼ ὄμμαθʼ ἑλίγδην,
 
ἔξω δὲ δρόμου φέρομαι λύσσης
 
πνεύματι μάργῳ, γλώσσης ἀκρατής·
 
θολεροὶ δὲ λόγοι παίουσʼ εἰκῆ 885
 
στυγνῆς πρὸς κύμασιν ἄτης.
[Choral 1]
ἦ σοφὸς ἦ σοφὸς ἦν ὃς
Χορός
πρῶτος ἐν γνώμᾳ τόδʼ ἐβάστασε καὶ γλώσ-
 
σᾳ διεμυθολόγησεν,
 
ὡς τὸ κηδεῦσαι καθʼ ἑαυτὸν ἀριστεύει μακρῷ, 890
 
καὶ μήτε τῶν πλούτῳ διαθρυπτομένων
 
μήτε τῶν γέννᾳ μεγαλυνομένων
 
ὄντα χερνήταν ἐραστεῦσαι γάμων.
 
μήποτε μήποτέ μʼ, ὦ
 
πότνιαι Μοῖραι, λεχέων Διὸς εὐνά- 895
 
τειραν ἴδοισθε πέλουσαν·
 
μηδὲ πλαθείην γαμέτᾳ τινὶ τῶν ἐξ οὐρανοῦ.
 
ταρβῶ γὰρ ἀστεργάνορα παρθενίαν
 
εἰσορῶσʼ Ἰοῦς ἀμαλαπτομέναν
 
δυσπλάνοις Ἥρας ἀλατείαις πόνων. 900
[Choral]
ἐμοὶ δʼ ὅτε μὲν ὁμαλὸς ὁ γάμος,
Χορός
ἄφοβος· οὐ δέδια· μηδὲ κρεισσόνων θεῶν
 
ἔρως ἄφυκτον ὄμμα προσδράκοι με.
 
ἀπόλεμος ὅδε γʼ ὁ πόλεμος, ἄπορα πόριμος·
 
οὐδʼ ἔχω τίς ἂν γενοίμαν. 905
 
τὰν Διὸς γὰρ οὐχ ὁρῶ
 
μῆτιν ὅπα φύγοιμʼ ἄν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme