Thesauros Literature Tragedy Πέρσαι

Πέρσαι

Πέρσαι Aeschylus

Stasimon 3

[Episode]
βασίλεια γύναι, πρέσβος Πέρσαις,
Χορός
σύ τε πέμπε χοὰς θαλάμους ὑπὸ γῆς,
 
ἡμεῖς θʼ ὕμνοις αἰτησόμεθα 625
 
φθιμένων πομποὺς
 
εὔφρονας εἶναι κατὰ γαίας.
 
ἀλλά, χθόνιοι δαίμονες ἁγνοί,
 
Γῆ τε καὶ Ἑρμῆ, βασιλεῦ τʼ ἐνέρων,
 
πέμψατʼ ἔνερθεν ψυχὴν ἐς φῶς· 630
 
εἰ γάρ τι κακῶν ἄκος οἶδε πλέον,
 
μόνος ἂν θνητῶν πέρας εἴποι.
[Choral 1]
ἦ ῥʼ ἀίει μου μακαρίτας
Χορός
ἰσοδαίμων βασιλεὺς
 
βάρβαρʼ ἀσαφηνῆ 635
 
ἱέντος τὰ παναίολʼ αἰ-
 
ανῆ δύσθροα βάγματʼ, ἢ
 
παντάλανʼ ἄχη διαβοάσω;
 
νέρθεν ἆρα κλύει μου;
 
ἀλλὰ σύ μοι Γᾶ τε καὶ ἄλλοι 640
 
χθονίων ἁγεμόνες
 
δαίμονα μεγαυχῆ
 
ἰόντʼ αἰνέσατʼ ἐκ δόμων,
 
Περσᾶν Σουσιγενῆ θεόν·
 
πέμπετε δʼ ἄνω οἷον οὔπω 645
 
Περσὶς αἶʼ ἐκάλυψεν.
[Choral 2]
ἦ φίλος ἁνήρ, φίλος ὄχθος·
Χορός
φίλα γὰρ κέκευθεν ἤθη.
 
Ἀιδωνεὺς δʼ ἀναπομ-
 
πὸς ἀνείης, Ἀιδωνεύς, 650
 
θεῖον ἀνάκτορα Δαριᾶνα. ἠέ.
 
οὐδὲ γὰρ ἄνδρας ποτʼ ἀπώλλυ
 
πολεμοφθόροισιν ἄταις,
 
θεομήστωρ δʼ ἐκικλή-
 
σκετο Πέρσαις, θεομήστωρ δʼ 655
 
ἔσκεν,ἐπεὶ στρατὸν εὖ ποδούχει. ἠέ.
[Choral 3]
βαλήν, ἀρχαῖος βαλήν,
Χορός
ἴθι, ἱκοῦ·
 
ἔλθʼ ἐπʼ ἄκρον κόρυμβον ὄχθου,
 
κροκόβαπτον ποδὸς εὔμαριν ἀείρων, 660
 
βασιλείου τιάρας
 
φάλαρον πιφαύσκων.
 
βάσκε πάτερ ἄκακε Δαριάν, οἶ.
 
ὅπως αἰανῆ κλύῃς
 
νέα τʼ ἄχη, 665
 
δέσποτα δεσπότου φάνηθι.
 
Στυγία γάρ τις ἐπʼ ἀχλὺς πεπόταται·
 
νεολαία γὰρ ἤδη
 
κατὰ πᾶσʼ ὄλωλεν. 670
 
βάσκε πάτερ ἄκακε Δαριάν, οἶ.
[Choral]
αἰαῖ αἰαῖ·
Χορός
ὦ πολύκλαυτε φίλοισι θανών,
 
τί τάδε δυνάτα δυνάτα 675
 
περὶ τᾷ σᾷ δίδυμα διαγόεν ἁμάρτια;
 
πᾶσαι γᾷ τᾷδʼ
 
ἐξέφθινται τρίσκαλμοι
 
νᾶες ἄναες ἄναες. 680

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme