Thesauros Literature Tragedy Πέρσαι

Πέρσαι

Πέρσαι Aeschylus

Stasimon 3

[Choral 1]
ἰόντʼ αἰνέσατʼ ἐκ δόμων,
Χορός
Περσᾶν Σουσιγενῆ θεόν·
 
πέμπετε δʼ ἄνω οἷον οὔπω 645
 
Περσὶς αἶʼ ἐκάλυψεν.
[Choral 2]
ἦ φίλος ἁνήρ, φίλος ὄχθος·
Χορός
φίλα γὰρ κέκευθεν ἤθη.
 
Ἀιδωνεὺς δʼ ἀναπομ-
 
πὸς ἀνείης, Ἀιδωνεύς, 650
 
θεῖον ἀνάκτορα Δαριᾶνα. ἠέ.
 
οὐδὲ γὰρ ἄνδρας ποτʼ ἀπώλλυ
 
πολεμοφθόροισιν ἄταις,
 
θεομήστωρ δʼ ἐκικλή-
 
σκετο Πέρσαις, θεομήστωρ δʼ 655
 
ἔσκεν,ἐπεὶ στρατὸν εὖ ποδούχει. ἠέ.
[Choral 3]
βαλήν, ἀρχαῖος βαλήν,
Χορός
ἴθι, ἱκοῦ·
 
ἔλθʼ ἐπʼ ἄκρον κόρυμβον ὄχθου,
 
κροκόβαπτον ποδὸς εὔμαριν ἀείρων, 660
 
βασιλείου τιάρας
 
φάλαρον πιφαύσκων.
← Önceki Stasimon 3 · 2 / 3 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme