Thesauros Literature Tragedy Πέρσαι

Πέρσαι

Πέρσαι Aeschylus

Epeisodion 2

Ἄγγελος
ἐνταῦθα πέμπει τούσδʼ, ὅπως, ὅταν νεῶν 450
 
φθαρέντες ἐχθροὶ νῆσον ἐκσῳζοίατο,
 
κτείνοιεν εὐχείρωτον Ἑλλήνων στρατόν,
 
φίλους δʼ ὑπεκσῴζοιεν ἐναλίων πόρων,
 
κακῶς τὸ μέλλον ἱστορῶν. ὡς γὰρ θεὸς
 
ναῶν ἔδωκε κῦδος Ἕλλησιν μάχης, 455
 
αὐθημερὸν φράξαντες εὐχάλκοις δέμας
 
ὅπλοισι ναῶν ἐξέθρῳσκον· ἀμφὶ δὲ
 
κυκλοῦντο πᾶσαν νῆσον, ὥστʼ ἀμηχανεῖν
 
ὅποι τράποιντο. πολλὰ μὲν γὰρ ἐκ χερῶν
 
πέτροισιν ἠράσσοντο, τοξικῆς τʼ ἄπο 460
 
θώμιγγος ἰοὶ προσπίτνοντές ὤλλυσαν·
 
τέλος δʼ ἐφορμηθέντες ἐξ ἑνὸς ῥόθου
 
παίουσι, κρεοκοποῦσι δυστήνων μέλη,
 
ἕως ἁπάντων ἐξαπέφθειραν βίον.
 
Ξέρξης δʼ ἀνῴμωξεν κακῶν ὁρῶν βάθος· 465
 
ἕδραν γὰρ εἶχε παντὸς εὐαγῆ στρατοῦ,
 
ὑψηλὸν ὄχθον ἄγχι πελαγίας ἁλός·
 
ῥήξας δὲ πέπλους κἀνακωκύσας λιγύ,
 
πεζῷ παραγγείλας ἄφαρ στρατεύματι,
← Önceki Epeisodion 2 · 9 / 13 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme