Thesauros Literature Tragedy Πέρσαι

Πέρσαι

Πέρσαι Aeschylus

Epeisodion 2

Ἄγγελος
ναῦς, κἀποθραύει πάντα Φοινίσσης νεὼς 410
 
κόρυμβʼ, ἐπʼ ἄλλην δʼ ἄλλος ηὔθυνεν δόρυ.
 
τὰ πρῶτα μέν νυν ῥεῦμα Περσικοῦ στρατοῦ
 
ἀντεῖχεν· ὡς δὲ πλῆθος ἐν στενῷ νεῶν
 
ἤθροιστʼ ἀρωγὴ δʼ οὔτις ἀλλήλοις παρῆν,
 
αὐτοὶ δʼ ὑφʼ αὑτῶν ἐμβόλοις χαλκοστόμοις 415
 
παίοντʼ, ἔθραυον πάντα κωπήρη στόλον,
 
Ἑλληνικαί τε νῆες οὐκ ἀφρασμόνως
 
κύκλῳ πέριξ ἔθεινον, ὑπτιοῦτο δὲ
 
σκάφη νεῶν, θάλασσα δʼ οὐκέτʼ ἦν ἰδεῖν,
 
ναυαγίων πλήθουσα καὶ φόνου βροτῶν. 420
 
ἀκταὶ δὲ νεκρῶν χοιράδες τʼ ἐπλήθυον,
 
φυγῇ δʼ ἀκόσμῳ πᾶσα ναῦς ἠρέσσετο,
 
ὅσαιπερ ἦσαν βαρβάρου στρατεύματος.
 
τοὶ δʼ ὥστε θύννους ἤ τινʼ ἰχθύων βόλον
 
ἀγαῖσι κωπῶν θραύμασίν τʼ ἐρειπίων 425
 
ἔπαιον, ἐρράχιζον· οἰμωγὴ δʼ ὁμοῦ
 
κωκύμασιν κατεῖχε πελαγίαν ἅλα,
 
ἕως κελαινῆς νυκτὸς ὄμμʼ ἀφείλετο.
 
κακῶν δὲ πλῆθος, οὐδʼ ἂν εἰ δέκʼ ἤματα
← Önceki Epeisodion 2 · 7 / 13 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme