Thesauros Literature Tragedy Πέρσαι

Πέρσαι

Πέρσαι Aeschylus

Epeisodion 2

Ἄγγελος
βορᾶς ἐδέξαντʼ· ἔνθα δὴ πλεῖστοι ʼθάνον 490
 
δίψῃ τε λιμῷ τʼ· ἀμφότερα γὰρ ἦν τάδε.
 
Μαγνητικὴν δὲ γαῖαν ἔς τε Μακεδόνων
 
χώραν ἀφικόμεσθʼ, ἐπʼ Ἀξίου πόρον,
 
Βόλβης θʼ ἕλειον δόνακα, Πάγγαιόν τʼ ὄρος,
 
Ἠδωνίδʼ αἶαν· νυκτὶ δʼ ἐν ταύτῃ θεὸς 495
 
χειμῶνʼ ἄωρον ὦρσε, πήγνυσιν δὲ πᾶν
 
ῥέεθρον ἁγνοῦ Στρυμόνος. θεοὺς δέ τις
 
τὸ πρὶν νομίζων οὐδαμοῦ τότʼ ηὔχετο
 
λιταῖσι, γαῖαν οὐρανόν τε προσκυνῶν.
 
ἐπεὶ δὲ πολλὰ θεοκλυτῶν ἐπαύσατο 500
 
στρατός, περᾷ κρυσταλλοπῆγα διὰ πόρον·
 
χὤστις μὲν ἡμῶν πρὶν σκεδασθῆναι θεοῦ
 
ἀκτῖνας ὡρμήθη, σεσωσμένος κυρεῖ.
 
φλέγων γὰρ αὐγαῖς λαμπρὸς ἡλίου κύκλος
 
μέσον πόρον διῆκε, θερμαίνων φλογί. 505
 
πῖπτον δʼ ἐπʼ ἀλλήλοισιν· ηὐτύχει δέ τοι
 
ὅστις τάχιστα πνεῦμʼ ἀπέρρηξεν βίου.
 
ὅσοι δὲ λοιποὶ κἄτυχον σωτηρίας,
 
Θρῄκην περάσαντες μόγις πολλῷ πόνῳ,
← Önceki Epeisodion 2 · 11 / 13 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme