Thesauros Literature Tragedy Πέρσαι

Πέρσαι

Πέρσαι Aeschylus

Epeisodion 1

[Episode]
ἀλλʼ οὔτι πω τοιόνδʼ ἐναργὲς εἰδόμην
Ἄτοσσα
ὡς τῆς πάροιθεν εὐφρόνης· λέξω δέ σοι. 180
 
ἐδοξάτην μοι δύο γυναῖκʼ εὐείμονε,
 
ἡ μὲν πέπλοισι Περσικοῖς ἠσκημένη,
 
ἡ δʼ αὖτε Δωρικοῖσιν, εἰς ὄψιν μολεῖν,
 
μεγέθει τε τῶν νῦν ἐκπρεπεστάτα πολύ,
 
κάλλει τʼ ἀμώμω, καὶ κασιγνήτα γένους 185
 
ταὐτοῦ· πάτραν δʼ ἔναιον ἡ μὲν Ἑλλάδα
 
κλήρῳ λαχοῦσα γαῖαν, ἡ δὲ βάρβαρον.
 
τούτω στάσιν τινʼ, ὡς ἐγὼ ʼδόκουν ὁρᾶν,
 
τεύχειν ἐν ἀλλήλαισι· παῖς δʼ ἐμὸς μαθὼν
 
κατεῖχε κἀπράυνεν, ἅρμασιν δʼ ὕπο 190
 
ζεύγνυσιν αὐτὼ καὶ λέπαδνʼ ἐπʼ αὐχένων
 
τίθησι. χἠ μὲν τῇδʼ ἐπυργοῦτο στολῇ
 
ἐν ἡνίαισί τʼ εἶχεν εὔαρκτον στόμα,
 
ἡ δʼ ἐσφάδαζε, καὶ χεροῖν ἔντη δίφρου
 
διασπαράσσει καὶ ξυναρπάζει βίᾳ 195
 
ἄνευ χαλινῶν καὶ ζυγὸν θραύει μέσον.
 
πίπτει δʼ ἐμὸς παῖς, καὶ πατὴρ παρίσταται
 
Δαρεῖος οἰκτείρων σφε· τὸν δʼ ὅπως ὁρᾷ
← Önceki Epeisodion 1 · 2 / 5 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme