Thesauros Literature Tragedy Πέρσαι

Πέρσαι

Πέρσαι Aeschylus

Epeisodion 5

[Episode]
κοὐ μνημονεύει τὰς ἐμὰς ἐπιστολάς·
Δαρεῖος
εὖ γὰρ σαφῶς τόδʼ ἴστʼ, ἐμοὶ ξυνήλικες,
 
ἅπαντες ἡμεῖς, οἳ κράτη τάδʼ ἔσχομεν, 785
 
οὐκ ἂν φανεῖμεν πήματʼ ἔρξαντες τόσα.
Χορός
τί οὖν, ἄναξ Δαρεῖε, ποῖ καταστρέφεις
 
λόγων τελευτήν; πῶς ἂν ἐκ τούτων ἔτι
 
πράσσοιμεν ὡς ἄριστα Περσικὸς λεώς;
Δαρεῖος
εἰ μὴ στρατεύοισθʼ ἐς τὸν Ἑλλήνων τόπον, 790
 
μηδʼ εἰ στράτευμα πλεῖον τὸ Μηδικόν.
 
αὐτὴ γὰρ ἡ γῆ ξύμμαχος κείνοις πέλει.
Χορός
πῶς τοῦτʼ ἔλεξας, τίνι τρόπῳ δὲ συμμαχεῖ;
Δαρεῖος
κτείνουσα λιμῷ τοὺς ὑπερπόλλους ἄγαν.
Χορός
ἀλλʼ εὐσταλῆ τοι λεκτὸν ἀροῦμεν στόλον. 795
Δαρεῖος
ἀλλʼ οὐδʼ ὁ μείνας νῦν ἐν Ἑλλάδος τόποις
 
στρατὸς κυρήσει νοστίμου σωτηρίας.
Χορός
πῶς εἶπας; οὐ γὰρ πᾶν στράτευμα βαρβάρων
 
περᾷ τὸν Ἕλλης πορθμὸν Εὐρώπης ἄπο;
Δαρεῖος
παῦροι γε πολλῶν, εἴ τι πιστεῦσαι θεῶν 800
 
χρὴ θεσφάτοισιν, ἐς τὰ νῦν πεπραγμένα
 
βλέψαντα· συμβαίνει γὰρ οὐ τὰ μέν, τὰ δʼ οὔ.
← Önceki Epeisodion 5 · 5 / 8 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme