Thesauros Literature Tragedy Ἡρακλεῖδαι

Ἡρακλεῖδαι

Ἡρακλεῖδαι Euripides

Epeisodion 4

Ἀλκμήνη
ἐχθροὺς λαβόντα μὴ ἀποτείσασθαι δίκην.
Θεράπων
τὸ σὸν προτιμῶν, ὥς νιν ὀφθαλμοῖς ἴδοις
 
κρατοῦντα καὶ σῇ δεσποτούμενον χερί.
 
οὐ μὴν ἑκόντα γʼ αὐτόν, ἀλλὰ πρὸς βίαν 885
 
ἔζευξʼ ἀνάγκῃ· καὶ γὰρ οὐκ ἐβούλετο
 
ζῶν ἐς σὸν ἐλθεῖν ὄμμα καὶ δοῦναι δίκην.
 
ἀλλʼ, ὦ γεραιά, χαῖρε καὶ μέμνησό μοι
 
ὃ πρῶτον εἶπας, ἡνίκʼ ἠρχόμην λόγου,
 
ἐλευθερώσειν μʼ· ἐν δὲ τοῖς τοιοῖσδε χρὴ 890
 
ἀψευδὲς εἶναι τοῖσι γενναίοις στόμα.
← Önceki Epeisodion 4 · 6 / 6 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme