Thesauros Literature Tragedy Ἡρακλεῖδαι

Ἡρακλεῖδαι

Ἡρακλεῖδαι Euripides

Epeisodion 4

Θεράπων
κάλλιστον ἥκει τὸν στρατηλάτην ἄγων
 
τὸν ὄλβιον πάροιθε. τῇ δὲ νῦν τύχῃ
 
βροτοῖς ἅπασι λαμπρὰ κηρύσσει μαθεῖν,
 
τὸν εὐτυχεῖν δοκοῦντα μὴ ζηλοῦν, πρὶν ἂν 865
 
θανόντʼ ἴδῃ τις· ὡς ἐφήμεροι τύχαι.
Χορός
ὦ Ζεῦ τροπαῖε, νῦν ἐμοὶ δεινοῦ φόβου
 
ἐλεύθερον πάρεστιν ἦμαρ εἰσιδεῖν.
Ἀλκμήνη
ὦ Ζεῦ, χρόνῳ μὲν τἄμ’ ἐπεσκέψω κακά,
 
χάριν δʼ ὅμως σοι τῶν πεπραγμένων ἔχω· 870
 
καὶ παῖδα τὸν ἐμὸν πρόσθεν οὐ δοκοῦσʼ ἐγὼ
 
θεοῖς ὁμιλεῖν νῦν ἐπίσταμαι σαφῶς.
 
ὦ τέκνα, νῦν δὴ νῦν ἐλεύθεροι πόνων,
 
ἐλεύθεροι δὲ τοῦ κακῶς ὀλουμένου
 
Εὐρυσθέως ἔσεσθε καὶ πόλιν πατρὸς 875
 
ὄψεσθε, κλήρους δʼ ἐμβατεύσετε χθονὸς
 
καὶ θεοῖς πατρῴοις θύσεθʼ, ὧν ἀπειργμένοι
 
ξένοι πλανήτην εἴχετʼ ἄθλιον βίον.
 
ἀτὰρ τί κεύθων Ἰόλεως σοφόν ποτε
 
Εὐρυσθέως ἐφείσαθʼ ὥστε μὴ κτανεῖν; 880
 
λέξον· παρʼ ἡμῖν μὲν γὰρ οὐ σοφὸν τόδε,
← Önceki Epeisodion 4 · 5 / 6 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme