Thesauros Literature Tragedy Ἡρακλεῖδαι

Ἡρακλεῖδαι

Ἡρακλεῖδαι Euripides

Epeisodion 3

Θεράπων
ὦ τέκνα, χαίρετʼ· Ἰόλεως δὲ ποῦ γέρων; 630
 
μήτηρ τε πατρὸς τῆσδʼ ἕδρας ἀποστατεῖ;
Ἰόλαος
πάρεσμεν, οἵα δή γʼ ἐμοῦ παρουσία.
Θεράπων
τί χρῆμα κεῖσαι καὶ κατηφὲς ὄμμʼ ἔχεις;
Ἰόλαος
φροντίς τις ἦλθʼ οἰκεῖος, ᾗ συνειχόμην.
Θεράπων
ἔπαιρέ νυν σεαυτόν, ὄρθωσον κάρα. 635
Ἰόλαος
γέροντές ἐσμεν κοὐδαμῶς ἐρρώμεθα.
Θεράπων
ἥκω γε μέντοι χάρμα σοι φέρων μέγα.
Ἰόλαος
τίς δʼ εἶ σύ; ποῦ σοι συντυχὼν ἀμνημονῶ;
Θεράπων
Ὕλλου πενέστης· οὔ με γιγνώσκεις ὁρῶν;
Ἰόλαος
ὦ φίλταθʼ, ἥκεις ἆρα σωτὴρ νῷν βλάβης; 640
Θεράπων
μάλιστα· καὶ πρός γʼ εὐτυχεῖς τὰ νῦν τάδε.
Ἰόλαος
ὦ μῆτερ ἐσθλοῦ παιδός, Ἀλκμήνην λέγω,
 
ἔξελθʼ, ἄκουσον τοῦδε φιλτάτους λόγους.
 
πάλαι γὰρ ὠδίνουσα τῶν ἀφιγμένων
 
ψυχὴν ἐτήκου νόστος εἰ γενήσεται. 645
Ἀλκμήνη
τί χρῆμʼ ἀϋτῆς πᾶν τόδʼ ἐπλήσθη στέγος
 
Ἰόλαε; μῶν τίς σʼ αὖ βιάζεται παρὼν
 
κῆρυξ ἀπʼ Ἄργους; ἀσθενὴς μὲν ἥ γʼ ἐμὴ
 
ῥώμη, τοσόνδε δʼ εἰδέναι σʼ ἐχρῆν, ξένε,
 
οὐκ ἔστʼ ἄγειν σε τούσδʼ ἐμοῦ ζώσης ποτέ. 650
 
ἦ τἄρ’ ἐκείνου μὴ νομιζοίμην ἐγὼ
 
μήτηρ ἔτʼ· εἰ δὲ τῶνδε προσθίξῃ χερί,
 
δυοῖν γερόντοιν οὐ καλῶς ἀγωνιῇ.
Ἰόλαος
θάρσει, γεραιά, μὴ τρέσῃς· οὐκ Ἀργόθεν
 
κῆρυξ ἀφῖκται πολεμίους λόγους ἔχων. 655
Ἀλκμήνη
τί γὰρ βοὴν ἔστησας ἄγγελον φόβου;
Ἰόλαος
σέ, πρόσθε ναοῦ τοῦδʼ ὅπως βαίης πέλας.
Ἀλκμήνη
οὐκ ἴσμεν ἡμεῖς ταῦτα· τίς γάρ ἐσθʼ ὅδε;
Ἰόλαος
ἥκοντα παῖδα παιδὸς ἀγγέλλει σέθεν.
Ἀλκμήνη
ὦ χαῖρε καὶ σὺ τοῖσδε τοῖς ἀγγέλμασιν. 660
 
ἀτὰρ τί χώρᾳ τῇδε προσβαλὼν πόδα
 
ποῦ νῦν ἄπεστι; τίς νιν εἶργε συμφορὰ
 
σὺν σοὶ φανέντα δεῦρʼ ἐμὴν τέρψαι φρένα;
Θεράπων
στρατὸν καθίζει τάσσεταί θʼ ὃν ἦλθʼ ἔχων.
Ἀλκμήνη
τοῦδʼ οὐκέθʼ ἡμῖν τοῦ λόγου μέτεστι δή. 665
Ἰόλαος
μέτεστιν· ἡμῶν δʼ ἔργον ἱστορεῖν τάδε.
Θεράπων
τί δῆτα βούλῃ τῶν πεπραγμένων μαθεῖν;
Ἰόλαος
πόσον τι πλῆθος συμμάχων πάρεστʼ ἔχων;
Θεράπων
πολλούς· ἀριθμὸν δʼ ἄλλον οὐκ ἔχω φράσαι.
Ἰόλαος
ἴσασιν, οἶμαι, ταῦτʼ· Ἀθηναίων πρόμοι; 670
Θεράπων
ἴσασι· καὶ δὴ λαιὸν ἕστηκεν κέρας.
Ἰόλαος
ἤδη γὰρ ὡς ἐς ἔργον ὥπλισται στρατός;
Θεράπων
καὶ δὴ παρῆκται σφάγια τάξεων ἑκάς.
Ἰόλαος
πόσον τι δʼ ἔστʼ ἄπωθεν Ἀργεῖον δόρυ;
Θεράπων
ὥστʼ ἐξορᾶσθαι τὸν στρατηγὸν ἐμφανῶς. 675
Ἰόλαος
τί δρῶντα; μῶν τάσσοντα πολεμίων στίχας;
Θεράπων
ᾐκάζομεν ταῦτʼ· οὐ γὰρ ἐξηκούομεν.
 
ἀλλʼ εἶμ’· ἐρήμους δεσπότας τοὐμὸν μέρος
 
οὐκ ἂν θέλοιμι πολεμίοισι συμβαλεῖν.
Ἰόλαος
κἄγωγε σὺν σοί· ταὐτὰ γὰρ φροντίζομεν, 680
 
φίλοις παρόντες, ὡς ἔοιγμεν, ὠφελεῖν.
Θεράπων
ἥκιστα πρὸς σοῦ μῶρον ἦν εἰπεῖν ἔπος.
Ἰόλαος
καὶ μὴ μετασχεῖν γʼ ἀλκίμου μάχης φίλοις.
Θεράπων
οὐκ ἔστʼ ἐν ὄψει τραῦμα μὴ δρώσης χερός.
Ἰόλαος
τί δʼ; οὐ σθένοιμι κἂν ἐγὼ δι’ ἀσπίδος; 685
Θεράπων
σθένοις ἄν, ἀλλὰ πρόσθεν αὐτὸς ἂν πέσοις.
Ἰόλαος
οὐδεὶς ἔμʼ ἐχθρῶν προσβλέπων ἀνέξεται.
Θεράπων
οὐκ ἔστιν, ὦ τᾶν, ἥ ποτʼ ἦν ῥώμη σέθεν.
Ἰόλαος
ἀλλʼ οὖν μαχοῦνται γʼ ἀριθμὸν οὐκ ἐλάσσοσι.
Θεράπων
σμικρὸν τὸ σὸν σήκωμα προστίθης φίλοις. 690
Ἰόλαος
μή τοί μʼ ἔρυκε δρᾶν παρεσκευασμένον.
Θεράπων
δρᾶν μὲν σύ γʼ οὐχ οἷός τε, βούλεσθαι δʼ ἴσως.
Ἰόλαος
ὡς μὴ μενοῦντα τἄλλα σοι λέγειν πάρα.
Θεράπων
πῶς οὖν ὁπλίταις τευχέων ἄτερ φανῇ;
Ἰόλαος
ἔστʼ ἐν δόμοισιν ἔνδον αἰχμάλωθʼ ὅπλα, 695
 
τοῖς δʼ οὖσι χρησόμεσθα· κἀποδώσομεν
 
ζῶντες, θανόντας δʼ οὐκ ἀπαιτήσει θεός.
 
ἀλλʼ εἴσιθʼ εἴσω κἀπὸ πασσάλων ἑλὼν
 
ἔνεγχ’ ὁπλίτην κόσμον ὡς τάχιστά μοι.
 
αἰσχρὸν γὰρ οἰκούρημα γίγνεται τόδε, 700
 
τοὺς μὲν μάχεσθαι, τοὺς δὲ δειλίᾳ μένειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme