Thesauros Literature Tragedy Ἡρακλεῖδαι

Ἡρακλεῖδαι

Ἡρακλεῖδαι Euripides

Stasimon 2

[Choral 1]
οὔτινά φημι θεῶν ἄτερ ὄλβιον, οὐ βαρύποτμον,
Χορός
ἄνδρα γενέσθαι·
 
οὐδὲ τὸν αὐτὸν ἀεὶ βεβάναι δόμον 610
 
εὐτυχίᾳ· παρὰ δʼ ἄλλαν ἄλλα
 
μοῖρα διώκει.
 
τὸν μὲν ἀφʼ ὑψηλῶν βραχὺν ᾤκισε,
 
τὸν δʼ ἀλέταν εὐδαίμονα τεύχει.
 
μόρσιμα δʼ οὔτι φυγεῖν θέμις, οὐ σοφί- 615
 
ᾳ τις ἀπώσεται, ἀλλὰ μάταν ὁ πρό-
 
θυμος ἀεὶ πόνον ἕξει.
 
ἀλλὰ σὺ μὴ προπίτνων τὰ θεῶν φέρε, μηδʼ ὑπεράλγει
 
φροντίδα λύπᾳ· 620
 
εὐδόκιμον γὰρ ἔχει θανάτου μέρος
 
ἁ μελέα πρό τʼ ἀδελφῶν καὶ γᾶς·
 
οὐδʼ ἀκλεής νιν
 
δόξα πρὸς ἀνθρώπων ὑποδέξεται·
 
ἁ δʼ ἀρετὰ βαίνει διὰ μόχθων. 625
 
ἄξια μὲν πατρός, ἄξια δʼ εὐγενί-
 
ας τάδε γίγνεται· εἰ δὲ σέβεις θανά-
 
τους ἀγαθῶν, μετέχω σοι.
 
 
 
 

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme