Thesauros Literature Tragedy Ἡρακλεῖδαι

Ἡρακλεῖδαι

Ἡρακλεῖδαι Euripides

Epeisodion 2

Ἰόλαος
ποῖον δὲ γαίας ἕρκος οὐκ ἀφίγμεθα;
 
ὀλούμεθʼ, ὦ τέκνʼ· ἐκδοθησόμεσθα δή.
 
κἀμοῦ μὲν οὐδὲν εἴ με χρὴ θανεῖν μέλει,
 
πλὴν εἴ τι τέρψω τοὺς ἐμοὺς ἐχθροὺς θανών·
 
ὑμᾶς δὲ κλαίω καὶ κατοικτίρω, τέκνα, 445
 
καὶ τὴν γεραιὰν μητέρʼ Ἀλκμήνην πατρός.
 
ὦ δυστάλαινα τοῦ μακροῦ βίου σέθεν,
 
τλήμων δὲ κἀγὼ πολλὰ μοχθήσας μάτην.
 
χρῆν χρῆν ἄρʼ ἡμᾶς ἀνδρὸς εἰς ἐχθροῦ χέρας
 
πεσόντας αἰσχρῶς καὶ κακῶς λιπεῖν βίον. 450
 
ἀλλʼ οἶσθ’ ὅ μοι σύμπραξον; οὐχ ἅπασα γὰρ
 
πέφευγεν ἐλπὶς τῶνδέ μοι σωτηρίας·
 
ἔμʼ ἔκδος Ἀργείοισιν ἀντὶ τῶνδʼ, ἄναξ,
 
καὶ μήτε κινδύνευε, σωθήτω τέ μοι
 
τέκνʼ· οὐ φιλεῖν δεῖ τὴν ἐμὴν ψυχήν· ἴτω. 455
 
μάλιστα δʼ Εὐρυσθεύς με βούλοιτʼ ἂν λαβὼν
 
τὸν Ἡράκλειον σύμμαχον καθυβρίσαι·
 
σκαιὸς γὰρ ἁνήρ. τοῖς σοφοῖς δʼ εὐκτὸν σοφῷ
 
ἔχθραν συνάπτειν, μὴ ἀμαθεῖ φρονήματι·
 
πολλῆς γὰρ αἰδοῦς καὶ δίκης τις ἂν τύχοι. 460
← Önceki Epeisodion 2 · 4 / 12 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme