Thesauros Literature Tragedy Ἡρακλεῖδαι

Ἡρακλεῖδαι

Ἡρακλεῖδαι Euripides

Epeisodion 2

Δημοφῶν
αὐτοί τε σωθήσεσθε καὶ πέδον τόδε,
 
κἀγὼ πολίταις μὴ διαβληθήσομαι.
 
οὐ γὰρ τυραννίδʼ ὥστε βαρβάρων ἔχω·
 
ἀλλʼ, ἢν δίκαια δρῶ, δίκαια πείσομαι.
Χορός
ἀλλʼ ἦ πρόθυμον οὖσαν οὐκ ἐᾷ θεὸς 425
 
ξένοις ἀρήγειν τήνδε χρῄζουσιν πόλιν;
Ἰόλαος
ὦ τέκνʼ, ἔοιγμεν ναυτίλοισιν, οἵτινες
 
χειμῶνος ἐκφυγόντες ἄγριον μένος
 
ἐς χεῖρα γῇ συνῆψαν, εἶτα χερσόθεν
 
πνοιαῖσιν ἠλάθησαν ἐς πόντον πάλιν. 430
 
οὕτω δὲ χἡμεῖς τῆσδʼ ἀπωθούμεσθα γῆς
 
ἤδη πρὸς ἀκταῖς ὄντες ὡς σεσῳσμένοι.
 
οἴμοι· τί δῆτʼ ἔτερψας ὦ τάλαινά με
 
ἐλπὶς τότʼ, οὐ μέλλουσα διατελεῖν χάριν;
 
συγγνωστὰ γάρ τοι καὶ τὰ τοῦδʼ, εἰ μὴ θέλει 435
 
κτείνειν πολιτῶν παῖδας· αἰνέσαι δʼ ἔχω
 
καὶ τἀνθάδ’· εἰ θεοῖσι δὴ δοκεῖ τάδε
 
πράσσειν ἔμʼ, οὔτοι σή γʼ ἀπόλλυται χάρις.
 
ὦ παῖδες, ὑμῖν δʼ οὐκ ἔχω τί χρήσομαι.
 
ποῖ τρεψόμεσθα; τίς γὰρ ἄστεπτος θεῶν; 440
← Önceki Epeisodion 2 · 3 / 12 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme