Thesauros Literature Tragedy Ἡρακλεῖδαι

Ἡρακλεῖδαι

Ἡρακλεῖδαι Euripides

Epeisodion 2

Μακαρία
ὑμεῖς τʼ, ἀδελφῶν ἡ παροῦσʼ ὁμιλία,
 
εὐδαιμονοῖτε, καὶ γένοιθʼ ὑμῖν ὅσων
 
ἡμὴ πάροιθε καρδία σφαγήσεται.
 
καὶ τὸν γέροντα τήν τʼ ἔσω γραῖαν δόμων
 
τιμᾶτε πατρὸς μητέρʼ Ἀλκμήνην ἐμοῦ 585
 
ξένους τε τούσδε. κἂν ἀπαλλαγὴ πόνων
 
καὶ νόστος ὑμῖν εὑρεθῇ ποτʼ ἐκ θεῶν,
 
μέμνησθε τὴν σώτειραν ὡς θάψαι χρεών.
 
κάλλιστά τοι δίκαιον· οὐ γὰρ ἐνδεὴς
 
ὑμῖν παρέστην, ἀλλὰ προύθανον γένους. 590
 
τάδʼ ἀντὶ παίδων ἐστί μοι κειμήλια
 
καὶ παρθενείας, εἴ τι δὴ κάτω χθονός·
 
εἴη γε μέντοι μηδέν. εἰ γὰρ ἕξομεν
 
κἀκεῖ μερίμνας οἱ θανούμενοι βροτῶν,
 
οὐκ οἶδ’ ὅποι τις τρέψεται· τὸ γὰρ θανεῖν 595
 
κακῶν μέγιστον φάρμακον νομίζεται.
Ἰόλαος
ἀλλʼ, ὦ μέγιστον ἐκπρέπουσʼ εὐψυχίᾳ
 
πασῶν γυναικῶν, ἴσθι, τιμιωτάτη
 
καὶ ζῶσʼ ὑφʼ ἡμῶν καὶ θανοῦσʼ ἔσῃ πολύ·
 
καὶ χαῖρε· δυσφημεῖν γὰρ ἅζομαι θεάν, 600
← Önceki Epeisodion 2 · 11 / 12 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme