Thesauros Literature Tragedy Ἡρακλεῖδαι

Ἡρακλεῖδαι

Ἡρακλεῖδαι Euripides

Epeisodion 1

Ἰόλαος
ταῦτʼ ἐστὶ κρείσσω πλὴν ὑπʼ Ἀργείοις πεσεῖν.
Χορός
ᾤκτιρʼ ἀκούσας τούσδε συμφορᾶς, ἄναξ.
 
τὴν δʼ εὐγένειαν τῆς τύχης νικωμένην
 
νῦν δὴ μάλιστʼ ἐσεῖδον· οἵδε γὰρ πατρὸς
 
ἐσθλοῦ γεγῶτες δυστυχοῦσʼ ἀναξίως. 235
Δημοφῶν
τρισσαί μʼ ἀναγκάζουσι συμφορᾶς ὁδοί,
 
Ἰόλαε, τοὺς σοὺς μὴ παρώσασθαι ξένους·
 
τὸ μὲν μέγιστον Ζεὺς ἐφʼ οὗ σὺ βώμιος
 
θακεῖς νεοσσῶν τήνδʼ ἔχων πανήγυριν·
 
τὸ συγγενές τε καὶ τὸ προυφείλειν καλῶς 240
 
πράσσειν παρʼ ἡμῶν τούσδε πατρῴαν χάριν·
 
τό τʼ αἰσχρόν, οὗπερ δεῖ μάλιστα φροντίσαι·
 
εἰ γὰρ παρήσω τόνδε συλᾶσθαι βίᾳ
 
ξένου πρὸς ἀνδρὸς βωμόν, οὐκ ἐλευθέραν
 
οἰκεῖν δοκήσω γαῖαν, Ἀργείων δʼ ὄκνῳ 245
 
ἱκέτας προδοῦναι· καὶ τάδʼ ἀγχόνης πέλας.
 
ἀλλʼ ὤφελες μὲν εὐτυχέστερος μολεῖν,
 
ὅμως δὲ καὶ νῦν μὴ τρέσῃς ὅπως σέ τις
 
σὺν παισὶ βωμοῦ τοῦδʼ ἀποσπάσει βίᾳ.
 
σὺ δʼ Ἄργος ἐλθὼν ταῦτά τʼ Εὐρυσθεῖ φράσον, 250
← Önceki Epeisodion 1 · 7 / 9 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme