Thesauros Literature Tragedy Ἡρακλεῖδαι

Ἡρακλεῖδαι

Ἡρακλεῖδαι Euripides

Parodos

Χορός
— ἔα ἔα· τίς ἡ βοὴ βωμοῦ πέλας
 
ἕστηκε; ποίαν συμφορὰν δείξει τάχα;
[Choral 1]
— ἴδετε τὸν γέροντʼ ἀμαλὸν ἐπὶ πέδῳ 75
Χορός
χύμενον· ὦ τάλας.
 
 
— πρὸς τοῦ ποτʼ ἐν γῇ πτῶμα δύστηνον πίτνεις;
Ἰόλαος
ὅδʼ, ὦ ξένοι, με σοὺς ἀτιμάζων θεοὺς
 
ἕλκει βιαίως Ζηνὸς ἐκ προβωμίων.
Χορός
σὺ δʼ ἐκ τίνος γῆς, ὦ γέρον, τετράπτολιν 80
 
ξύνοικον ἦλθες λαόν; ἢ πέρα-
 
θεν ἁλίῳ πλάτᾳ
 
κατέχετʼ ἐκλιπόντες Εὐβοῖδʼ ἀκτάν;
Ἰόλαος
οὐ νησιώτην, ὦ ξένοι, τρίβω βίον,
 
ἀλλʼ ἐκ Μυκηνῶν σὴν ἀφίγμεθα χθόνα. 85
Χορός
ὄνομα τί σε, γέρον,
 
Μυκηναῖος ὠνόμαζεν λεώς;
Ἰόλαος
τὸν Ἡράκλειον ἴστε που παραστάτην
 
Ἰόλαον· οὐ γὰρ σῶμʼ ἀκήρυκτον τόδε.
Χορός
οἶδʼ εἰσακούσας καὶ πρίν· ἀλλὰ τοῦ ποτὲ 90
 
ἐν χερὶ σᾷ κομίζεις κόρους
 
νεοτρεφεῖς; φράσον.
Ἰόλαος
Ἡρακλέους οἵδʼ εἰσὶ παῖδες, ὦ ξένοι,
 
ἱκέται σέθεν τε καὶ πόλεως ἀφιγμένοι.
Χορός
τί χρέος; ἢ λόγων πόλεος, ἔνεπέ μοι, 95
 
μελόμενοι τυχεῖν;
Ἰόλαος
μήτʼ ἐκδοθῆναι μήτε πρὸς βίαν θεῶν
 
τῶν σῶν ἀποσπασθέντες εἰς Ἄργος μολεῖν.
Κῆρυξ
ἀλλʼ οὔτι τοῖς σοῖς δεσπόταις τάδʼ ἀρκέσει,
 
οἳ σοῦ κρατοῦντες ἐνθάδʼ εὑρίσκουσί σε. 100
Χορός
εἰκὸς θεῶν ἱκτῆρας αἰδεῖσθαι, ξένε,
 
καὶ μὴ βιαίῳ χερὶ δαιμόνων
 
ἀπολείπειν σʼ ἕδη·
 
πότνια γὰρ Δίκα τάδʼ οὐ πείσεται.
Κῆρυξ
ἔκπεμπέ νυν γῆς τούσδε τοὺς Εὐρυσθέως, 105
 
κοὐδὲν βιαίῳ τῇδε χρήσομαι χερί.
Χορός
ἄθεον ἱκεσίαν
 
μεθεῖναι πόλει ξένων προστροπάν.
Κῆρυξ
καλὸν δέ γʼ ἔξω πραγμάτων ἔχειν πόδα,
 
εὐβουλίας τυχόντα τῆς ἀμείνονος. 110
 
110

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme