Thesauros Literature Tragedy Ἡρακλεῖδαι

Ἡρακλεῖδαι

Ἡρακλεῖδαι Euripides

Eksodos

Ἀλκμήνη
οὗτος δὲ δώσει τὴν δίκην θανὼν ἐμοί. 1025
Ἐυρυσθεύς
κτεῖνʼ, οὐ παραιτοῦμαί σε· τήνδε δὲ πτόλιν,
 
ἐπεί μʼ ἀφῆκε καὶ κατῃδέσθη κτανεῖν,
 
χρησμῷ παλαιῷ Λοξίου δωρήσομαι,
 
ὃς ὠφελήσει μείζονʼ ἢ δοκεῖν χρόνῳ.
 
θανόντα γάρ με θάψεθʼ οὗ τὸ μόρσιμον, 1030
 
δίας πάροιθε παρθένου Παλληνίδος·
 
καὶ σοὶ μὲν εὔνους καὶ πόλει σωτήριος
 
μέτοικος αἰεὶ κείσομαι κατὰ χθονός,
 
τοῖς τῶνδε δʼ ἐκγόνοισι πολεμιώτατος,
 
ὅταν μόλωσι δεῦρο σὺν πολλῇ χερὶ 1035
 
χάριν προδόντες τήνδε. τοιούτων ξένων
 
προύστητε. πῶς οὖν ταῦτʼ ἐγὼ πεπυσμένος
 
δεῦρʼ ἦλθον, ἀλλʼ οὐ χρησμὸν ἠρόμην θεοῦ;
 
Ἥραν νομίζων θεσφάτων κρείσσω πολὺ
 
κοὐκ ἂν προδοῦναί μʼ. ἀλλὰ μήτε μοι χοὰς 1040
 
μήθʼ αἷμʼ ἐάσῃς εἰς ἐμὸν στάξαι τόπον.
 
κακὸν γὰρ αὐτοῖς νόστον ἀντὶ τῶνδʼ ἐγὼ
 
δώσω· διπλοῦν δὲ κέρδος ἕξετʼ ἐξ ἐμοῦ,
 
ὑμᾶς τʼ ὀνήσω τούσδε τε βλάψω θανών.
← Önceki Eksodos · 6 / 7 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme