Thesauros Literature Tragedy Ἱκέτιδες

Ἱκέτιδες

Ἱκέτιδες Aeschylus

Stasimon 3

[Episode]
ἄγε δή, λέξωμεν ἐπʼ Ἀργείοις 625
Χορός
εὐχὰς ἀγαθάς, ἀγαθῶν ποινάς.
 
Ζεὺς δʼ ἐφορεύοι ξένιος ξενίου
 
στόματος τιμὰς ἐπʼ ἀληθείᾳ,
 
τέρμονʼ ἄμεμπτον προσαπαντᾶν.
[Choral 1]
νῦν ὅτε καί, θεοὶ 630
Χορός
διογενεῖς, κλύοιτʼ εὐ-
 
κταῖα γένει χεούσας·
 
μήποτε πυρίφατον
 
γᾶν Πελασγίαν πόλιν
 
τὸν ἄκορον βοᾶς, 635
 
κτίσαι μάχλον Ἄπη,
 
τὸν ἀρότοις θερί-
 
ζοντα βροτοὺς ἐν ἄλλοις,
 
οὕνεκʼ ᾤκτισαν ἡμᾶς,
 
ψῆφον δʼ εὔφρονʼ ἔθεντο, 640
 
αἰδοῦνται δʼ ἱκέτας Διός,
 
ποίμναν τάνδʼ ἀμέγαρτον·
 
οὐδὲ μετʼ ἀρσένων
 
ψῆφον ἔθεντʼ ἀτιμώ-
 
σαντες ἔριν γυναικῶν, 645
 
Δῖον ἐπιδόμενοι
 
πράκτορά τε σκοπὸν
 
δυσπολέμητον, ὃν οὐ
 
τίς ἂν δόμος ἔχοι
 
ἐπʼ ὀρόφων μιαί- 650
 
νοντα; βαρὺς δʼ ἐφίζει.
 
ἅζονται γὰρ ὁμαίμους
 
Ζηνὸς ἵκτορας ἁγνοῦ.
 
τοιγάρτοι καθαροῖσι βω-
 
μοῖς θεοὺς ἀρέσονται. 655
[Choral 2]
τοιγὰρ ὑποσκίων
Χορός
ἐκ στομάτων ποτά-
 
σθω φιλότιμος εὐχά,
 
μήποτε λοιμὸς ἀνδρῶν
 
τάνδε πόλιν κενώσαι· 660
 
μηδʼ ἐπιχωρίοις ἔρις
 
πτώμασιν αἱματίσαι πέδον γᾶς.
 
ἥβας δʼ ἄνθος ἄδρεπτον
 
ἔστω, μηδʼ Ἀφροδίτας
 
εὐνάτωρ βροτολοιγὸς Ἄ- 665
 
ρης κέρσειεν ἄωτον.
 
καὶ γεραροῖσι πρε-
 
σβυτοδόκοι γεμόν-
 
των θυμέλαι φλεγόντων.
 
τὼς πόλις εὖ νέμοιτο 670
 
Ζῆνα μέγαν σεβόντων,
 
τὸν ξένιον δʼ ὑπερτάτως,
 
ὃς πολιῷ νόμῳ αἶσαν ὀρθοῖ.
 
τίκτεσθαι δʼ ἐφόρους γᾶς
 
ἄλλους εὐχόμεθʼ ἀεί, 675
 
Ἄρτεμιν δʼ Ἑκάταν γυναι-
 
κῶν λόχους ἐφορεύειν.
[Choral 3]
μηδέ τις ἀνδροκμὴς
Χορός
λοιγὸς ἐπελθέτω
 
τάνδε πόλιν δαΐζων, 680
 
ἄχορον ἀκίθαριν
 
δακρυογόνον Ἄρη
 
βοάν τʼ ἔνδημον ἐξοπλίζων.
 
νούσων δʼ ἑσμὸς ἀπʼ ἀστῶν
 
ἵζοι κρατὸς ἀτερπής· 685
 
εὐμενὴς δʼ ὁ Λύκειος ἔ-
 
στω πάσᾳ νεολαίᾳ.
 
καρποτελῆ δέ τοι
 
Ζεὺς ἐπικραινέτω
 
φέρματι γᾶν πανώρῳ. 690
 
πρόνομα δὲ βότʼ ἀγροῖς
 
πολύγονα τελέθοι·
 
τὸ πᾶν τʼ ἐκ δαιμόνων λάχοιεν.
 
εὔφαμον δʼ ἐπὶ βωμοῖς
 
μοῦσαν θείατʼ ἀοιδοί. 695
 
ἁγνῶν τʼ ἐκ στομάτων φερέ-
 
σθω φάμα φιλοφόρμιγξ.
[Choral 4]
φυλάσσοι τʼ ἀτρεμαῖα τιμὰς
Χορός
τὸ δάμιον, τὸ πτόλιν κρατύνει,
 
προμαθὶς εὐκοινόμητις ἀρχά. 700
 
ξένοισί τʼ εὐξυμβόλους,
 
πρὶν ἐξοπλίζειν Ἄρη,
 
δίκας ἄτερ πημάτων διδοῖεν.
 
θεοὺς δʼ, οἳ γᾶν ἔχουσιν ἀεὶ
 
τίοιεν ἐγχωρίοις πατρῴαις 705
 
δαφνηφόροις βουθύτοισι τιμαῖς.
 
τὸ γὰρ τεκόντων σέβας
 
τρίτον τόδʼ ἐν θεσμίοις
 
Δίκας γέγραπται μεγιστοτίμου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme