Thesauros Literature Tragedy Ἱκέτιδες

Ἱκέτιδες

Ἱκέτιδες Aeschylus

Epeisodion 3

Δαναός
θαρσεῖτε παῖδες. εὖ τὰ τῶν ἐγχωρίων· 600
 
δήμου δέδοκται παντελῆ ψηφίσματα.
Χορός
ὦ χαῖρε πρέσβυ, φίλτατʼ ἀγγέλλων ἐμοί
 
ἔνισπε δʼ ἡμῖν ποῖ κεκύρωται τέλος,
 
δήμου κρατοῦσα χεὶρ ὅπῃ πληθύνεται.
Δαναός
ἔδοξεν Ἀργείοισιν οὐ διχορρόπως, 605
 
ἀλλʼ ὥστʼ ἀνηβῆσαί με γηραιᾷ φρενί·
 
πανδημίᾳ γὰρ χερσὶ δεξιωνύμοις
 
ἔφριξεν αἰθὴρ τόνδε κραινόντων λόγον·
 
ἡμᾶς μετοικεῖν τῆσδε γῆς ἐλευθέρους
 
κἀρρυσιάστους ξύν τʼ ἀσυλίᾳ βροτῶν· 610
 
καὶ μήτʼ ἐνοίκων μήτʼ ἐπηλύδων τινὰ
 
ἄγειν· ἐὰν δὲ προστιθῇ τὸ καρτερόν,
 
τὸν μὴ βοηθήσαντα τῶνδε γαμόρων
 
ἄτιμον εἶναι ξὺν φυγῇ δημηλάτῳ.
 
τοιάνδʼ ἔπειθεν ῥῆσιν ἀμφʼ ἡμῶν λέγων 615
 
ἄναξ Πελασγῶν, ἱκεσίου Ζηνὸς κότον
 
μέγαν προφωνῶν μήποτʼ εἰσόπιν χρόνου
 
πόλιν παχῦναι, ξενικὸν ἀστικόν θʼ ἅμα
 
λέγων διπλοῦν μίασμα πρὸ πόλεως φανὲν
 
ἀμήχανον βόσκημα πημονῆς πέλειν. 620
 
τοιαῦτʼ ἀκούων χερσὶν Ἀργεῖος λεὼς
 
ἔκρανʼ ἄνευ κλητῆρος ὡς εἶναι τάδε.
 
δημηγόρους δʼ ἤκουσεν εὐπιθὴς στροφὰς
 
δῆμος Πελασγῶν· Ζεὺς δʼ ἐπέκρανεν τέλος

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme