Thesauros Literature Tragedy Ἱκέτιδες

Ἱκέτιδες

Ἱκέτιδες Aeschylus

Stasimon 2

[Choral 1]
ἄναξ ἀνάκτων, μακάρων
Χορός
μακάρτατε καὶ τελέων 525
 
τελειότατον κράτος, ὄλβιε Ζεῦ,
 
πιθοῦ τε καὶ γένει σῷ
 
ἄλευσον ἀνδρῶν ὕβριν εὖ στυγήσας.
 
λίμνᾳ δʼ ἔμβαλε πορφυροειδεῖ
 
τὰν μελανόζυγʼ ἄταν. 530
 
τὸ πρὸς γυναικῶν δʼ ἐπιδὼν
 
παλαίφατον ἁμέτερον
 
γένος φιλίας προγόνου γυναικὸς
 
νέωσον εὔφρονʼ αἶνον,
 
γενοῦ πολυμνάστωρ, ἔφαπτορ Ἰοῦς· 535
 
Δῖαί τοι γένος εὐχόμεθʼ εἶναι
 
γᾶς ἀπὸ τᾶσδʼ ἄποικοι.
[Choral 2]
παλαιὸν, δʼ εἰς ἴχνος μετέσταν
Χορός
ματέρος ἀνθονόμους ἐπωπάς,
 
λειμῶνα βούχιλον, ἔνθεν Ἰὼ 540
 
οἴστρῳ ἐρεθομένα
 
φεύγει ἁμαρτίνοος,
 
πολλὰ βροτῶν διαμειβομένα
 
φῦλα, διχῇ δʼ ἀντίπορον
 
γαῖαν ἐν αἴσᾳ διατέμ- 545
 
νουσα πόρον κυματίαν ὁρίζει·
 
ἰάπτει δʼ Ἀσίδος διʼ αἴας
 
μηλοβότου Φρυγίας διαμπάξ.
 
περᾷ δὲ Τεύθραντος ἄστυ Μυσῶν,
 
Λύδιά τε γύαλα, 550
 
καὶ διʼ ὀρῶν Κιλίκων
 
Παμφύλων τε γένη διορνυμένα
 
καί ποταμοὺς ἀενάους
 
καὶ βαθύπλουτον χθόνα καὶ
 
τὰν Ἀφροδίτας πολύπυρον αἶαν. 555
[Choral 3]
ἱκνεῖται δὴ σινουμένα βέλει
Χορός
βουκόλου πτερόεντος
 
Δῖον πάμβοτον ἄλσος,
 
λειμῶνα χιονόβοσκον, ὅντʼ ἐπέρχεται
 
Τυφῶ μένος, 560
 
ὕδωρ τε Νείλου νόσοις ἄθικτον,
 
μαινομένα πόνοις ἀτί-
 
μοις ὀδύναις τε κεντροδα-
 
λήτισι, θυιὰς Ἥρας.
 
βροτοὶ δʼ, οἳ γᾶς τότʼ ἦσαν ἔννομοι 565
 
χλωρῷ δείματι θυμὸν
 
πάλλοντʼ ὄψιν ἀήθη,
 
βοτὸν ἐσορῶντες δυσχερὲς μειξόμβροτον,
 
τὰν μὲν βοός,
 
τὰν δʼ αὖ γυναικός· τέρας δʼ ἐθάμβουν. 570
 
καὶ τότε δὴ τίς ἦν ὁ θέλ-
 
ξας πολύπλαγκτον ἀθλίαν
 
οἰστροδόνητον Ἰώ;
[Choral 4]
διʼ αἰῶνος κρέων ἀπαύστου
Χορός
Ζεὺς 575
 
Διὸς δʼ ἀπημάντῳ σθένει
 
καὶ θείαις ἐπιπνοίαις
 
παύεται, δακρύων δʼ ἀπο-
 
στάζει πένθιμον αἰδῶ.
 
λαβοῦσα δʼ ἕρμα Δῖον ἀψευδεῖ λόγῳ 580
 
γείνατο παῖδʼ ἀμεμφῆ,
 
διʼ αἰῶνος μακροῦ πάνολβον·
 
ἔνθεν πᾶσα βοᾷ χθών,
 
φυσιζόου γένος τόδε
 
Ζηνός ἐστιν ἀληθῶς· 585
 
τίς γὰρ ἂν κατέπαυσεν Ἥ-
 
ρας νόσους ἐπιβούλους;
 
Διὸς τόδʼ ἔργον καὶ τόδʼ ἂν γένος λέγων
 
ἐξ Ἐπάφου κυρήσαις.
[Choral 5]
τίνʼ ἂν θεῶν ἐνδικωτέροισιν 590
Χορός
κεκλοίμαν εὐλόγως ἐπʼ ἔργοις;
 
αὐτὸς ὁ πατὴρ φυτουργὸς αὐτόχειρ ἄναξ
 
γένους παλαιόφρων μέγας
 
τέκτων, τὸ πᾶν μῆχαρ οὔριος Ζεύς.
 
ὑπʼ ἀρχᾶς δʼ οὔ τινος θοάζων 595
 
τὸ μεῖον κρεισσόνων κρατύνει.
 
οὔτινος ἄνωθεν ἡμένου σέβει κράτη.
 
πάρεστι δʼ ἔργον ὡς ἔπος
 
σπεῦσαί τι τῶν βούλιος φέρει φρήν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme