Thesauros Literature Tragedy Ἱκέτιδες

Ἱκέτιδες

Ἱκέτιδες Aeschylus

Epeisodion 2

Βασιλεύς
καὶ δὴ πέφρασμαι. δεῦρο δʼ ἐξοκέλλεται.
 
ἢ τοῖσιν ἢ τοῖς πόλεμον αἴρεσθαι μέγαν
 
πᾶσʼ ἔστʼ ἀνάγκη, καὶ γεγόμφωται σκάφος 440
 
στρέβλαισι ναυτικαῖσιν ὡς προσηγμένον.
 
ἄνευ δὲ λύπης οὐδαμοῦ καταστροφή.
 
καὶ χρημάτων μὲν ἐκ δόμων πορθουμένων,
 
ἄτην γε μείζω καὶ μέγʼ ἐμπλήσας γόμου
 
γένοιτʼ ἂν ἄλλα Κτησίου Διὸς χάριν· 445
 
καὶ γλῶσσα τοξεύσασα μὴ τὰ καίρια,
 
γένοιτο μύθου μῦθος ἂν θελκτήριος
 
ἀλγεινὰ θυμοῦ κάρτα κινητήρια.
 
ὅπως δʼ ὅμαιμον αἷμα μὴ γενήσεται,
 
δεῖ κάρτα θύειν καὶ πεσεῖν χρηστήρια 450
 
θεοῖσι πολλοῖς πολλά, πημονῆς ἄκη.
 
ἦ κάρτα νείκους τοῦδʼ ἔσω παροίχομαι
 
θέλω δʼ ἄιδρις μᾶλλον ἢ σοφὸς κακῶν
 
εἶναι. γένοιτο δʼ εὖ παρὰ γνώμην ἐμήν.
Χορός
πολλῶν ἄκουσον τέρματʼ αἰδοίων λόγων. 455
Βασιλεύς
ἤκουσα, καὶ λέγοις ἄν. οὔ με φεύξεται.
Χορός
ἔχω στρόφους ζώνας τε, συλλαβὰς πέπλων
Βασιλεύς
τάχʼ ἂν γυναιξὶ ταῦτα συμπρεπῆ πέλοι.
Χορός
ἐκ τῶνδε τοίνυν, ἴσθι, μηχανὴ καλή—
Βασιλεύς
λέξον τίνʼ αὐδὴν τήνδε γηρυθεῖσʼ ἔσῃ. 460
Χορός
εἰ μή τι πιστὸν τῷδʼ ὑποστήσεις στόλῳ—
Βασιλεύς
τί σοι περαίνει μηχανὴ συζωμάτων;
Χορός
νέοις πίναξι βρέτεα κοσμῆσαι τάδε.
Βασιλεύς
αἰνιγματῶδες τοὔπος· ἀλλʼ ἁπλῶς φράσον.
Χορός
ἐκ τῶνδʼ ὅπως τάχιστʼ ἀπάγξασθαι θεῶν. 465
Βασιλεύς
ἤκουσα μαστικτῆρα καρδίας λόγον.
Χορός
ξυνῆκας· ὠμμάτωσα γὰρ σαφέστερον.
Βασιλεύς
καὶ πολλαχῇ γε δυσπάλαιστα πράγματα,
 
κακῶν δὲ πλῆθος ποταμὸς ὣς ἐπέρχεται·
 
ἄτης δʼ ἄβυσσον πέλαγος οὐ μάλʼ εὔπορον 470
 
τόδʼ ἐσβέβηκα, κοὐδαμοῦ λιμὴν κακῶν.
 
εἰ μὲν γὰρ ὑμῖν μὴ τόδʼ ἐκπράξω χρέος,
 
μίασμʼ ἔλεξας οὐχ ὑπερτοξεύσιμον.
 
εἰ δʼ αὖθʼ ὁμαίμοις παισὶν Αἰγύπτου σέθεν
 
σταθεὶς πρὸ τειχέων διὰ μάχης ἥξω τέλους, 475
 
πῶς οὐχὶ τἀνάλωμα γίγνεται πικρόν,
 
ἄνδρας γυναικῶν οὕνεχʼ αἱμάξαι πέδον;
 
ὅμως δʼ ἀνάγκη Ζηνὸς αἰδεῖσθαι κότον
 
ἱκτῆρος· ὕψιστος γὰρ ἐν βροτοῖς φόβος.
 
σὺ μέν, πάτερ γεραιὲ τῶνδε παρθένων, 480
 
κλάδους τε τούτους αἶψʼ ἐν ἀγκάλαις λαβὼν
 
βωμοὺς ἐπʼ ἄλλους δαιμόνων ἐγχωρίων
 
θές, ὡς ἴδωσι τῆσδʼ ἀφίξεως τέκμαρ
 
πάντες πολῖται, μηδʼ ἀπορριφθῇ ψόγος
 
ἐμοῦ· κατʼ ἀρχῆς γὰρ φιλαίτιος λεώς. 485
 
καὶ γὰρ τάχʼ ἄν τις οἰκτίσας ἰδὼν τάδε
 
ὕβριν μὲν ἐχθήρειεν ἄρσενος στόλου,
 
ὑμῖν δʼ ἂν εἴη δῆμος εὐμενέστερος·
 
τοῖς ἥσσοσιν γὰρ πᾶς τις εὐνοίας φέρει.
Δαναός
πολλῶν τάδʼ ἡμῖν ἐστιν ἠξιωμένα, 490
 
αἰδοῖον εὑρεθέντα πρόξενον λαβεῖν.
 
ὀπάονας δὲ φράστοράς τʼ ἐγχωρίων
 
ξύμπεμψον, ὡς ἂν τῶν πολισσούχων θεῶν
 
βωμοὺς προνάους καὶ πολισσούχων ἕδρας
 
εὕρωμεν, ἀσφάλεια δʼ ᾖ διʼ ἄστεως 495
 
στείχουσι· μορφῆς δʼ οὐχ ὁμόστολος φύσις.
 
Νεῖλος γὰρ οὐχ ὅμοιον Ἰνάχῳ γένος
 
τρέφει. φύλαξαι μὴ θράσος τέκῃ φόβον·
 
καὶ δὴ φίλον τις ἔκτανʼ ἀγνοίας ὕπο.
Βασιλεύς
στείχοιτʼ ἄν, ἄνδρες· εὖ γὰρ ὁ ξένος λέγει. 500
 
ἡγεῖσθε βωμοὺς ἀστικούς, θεῶν ἕδρας·
 
καὶ ξυμβολοῦσιν οὐ πολυστομεῖν χρεὼν
 
ναύτην ἄγοντας τόνδʼ ἐφέστιον θεῶν.
Χορός
τούτῳ μὲν εἶπας, καὶ τεταγμένος κίοι·
 
ἐγὼ δὲ πῶς δρῶ; ποῦ θράσος νέμεις ἐμοί; 505
Βασιλεύς
κλάδους μὲν αὐτοῦ λεῖπε, σημεῖον πόνου.
Χορός
καὶ δή σφε λείπω χειρὶ καὶ λόγοις σέθεν.
Βασιλεύς
λευρὸν κατʼ ἄλσος νῦν ἐπιστρέφου τόδε.
Χορός
καὶ πῶς βέβηλον ἄλσος ἂν ῥύοιτό με;
Βασιλεύς
οὔτοι πτερωτῶν ἁρπαγαῖς σʼ ἐκδώσομεν. 510
Χορός
ἀλλʼ εἰ δρακόντων δυσφρόνων ἐχθίοσιν;
Βασιλεύς
εὔφημον εἴη τοὔπος εὐφημουμένῃ.
Χορός
οὔτοι τι θαῦμα δυσφορεῖν φόβῳ φρενός.
Βασιλεύς
ἀεί γʼ ἄναρκτόν ἐστι δεῖμʼ ἐξαίσιον.
Χορός
σὺ καὶ λέγων εὔφραινε καὶ πράσσων φρένα. 515
Βασιλεύς
ἀλλʼ οὔτι δαρὸν χρόνον ἐρημώσει πατήρ.
 
ἐγὼ δὲ λαοὺς συγκαλῶν ἐγχωρίους
 
στείχω, τὸ κοινὸν ὡς ἂν εὐμενὲς τιθῶ·
 
καὶ σὸν διδάξω πατέρα ποῖα χρὴ λέγειν.
 
πρὸς ταῦτα μίμνε καὶ θεοὺς ἐγχωρίους 520
 
λιταῖς παραιτοῦ τῶν σʼ ἔρως ἔχει τυχεῖν.
 
ἐγὼ δὲ ταῦτα πορσυνῶν ἐλεύσομαι.
 
πειθὼ δʼ ἕποιτο καὶ τύχη πρακτήριος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme